• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Eusebius of Caesarea (260-339) Vita Constantini et Oratio ad coetum sanctorum Vita Constantini et Constantini imperatoris oratio ad coetum sanctorum
Λόγος α´

XLV.

Ἤδη δέ τινας καὶ κατ’ αὐτοῦ τραχυνομένους ἔφερεν ἀνεξικάκως, ἠρεμαίᾳ καὶ πραείᾳ φωνῇ σωφρονεῖν ἀλλὰ μὴ στασιάζειν τούτοις ἐγκελευόμενος. τούτων δ’ οἱ μὲν ἀπηλλάττοντο καταιδούμενοι τὰς παραινέσεις, τοὺς δ’ ἀνιάτως πρὸς σώφρονα λογισμὸν ἔχοντας τῷ θεῷ παραδιδοὺς ἠφίει, μηδὲν μηδαμῶς αὐτὸς κατά τινος λυπηρὸν διανοούμενος.

Ἔνθεν εἰκότως τοὺς ἐπὶ τῆς Ἄφρων χώρας διαστασιάζοντας εἰς τοσοῦτον συνέβαινεν ἐπιτριβῆς ἐλαύνειν ὡς καὶ τολμηροῖς τισιν ἐγχειρεῖν, πονηροῦ τινος ὡς ἔοικε δαίμονος βασκαίνοντος τῇ τῶν παρόντων ἀγαθῶν ἀφθονίᾳ παρορμῶντός τ’ εἰς ἀτόπους πράξεις τοὺς ἄνδρας, ὡς ἂν κινήσειε κατ’ αὐτῶν τὸν βασιλέως θυμόν. οὐ μὴν προὐχώρει τῷ φθόνῳ, γέλωτα τιθεμένου βασιλέως τὰ πραττόμενα καὶ τὴν ἐκ τοῦ πονηροῦ κίνησιν συνιέναι φάσκοντος· μὴ γὰρ σωφρονούντων εἶναι ἀνδρῶν τὰ τολμώμενα ἀλλ’ ἢ πάντῃ παρακοπτόντων ἢ ὑπὸ τοῦ πονηροῦ δαίμονος οἰστρουμένων, οὓς ἐλεεῖσθαι μᾶλλον ἢ κολάζεσθαι χρῆναι· αὐτὸν δὲ κατὰ μηδένα τρόπον ζημιοῦσθαι πρὸς τῆς τῶν ἀφραινόντων μανίας, ἢ ὅσον τὸ συμπαθεῖν αὐτοῖς ὑπερβολῇ φιλανθρωπίας.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Vita Constantini et Constantini imperatoris oratio ad coetum sanctorum
Translations of this Work
Vier Bücher über das Leben des Kaisers Konstantin und des Kaisers Konstantin Rede an die Versammlung der Heiligen (BKV) Compare

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy