• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Epiphanius of Salamis (315-403) Anakephalaiosis Anacephalaeosis

Τάδε ἔνεστι καὶ ἐν τῷ δευτέρῳ τόμῳ τοῦ αὐτοῦ τρίτου βιβλίου,

ἑβδόμῳ δὲ ὄντι καθ’ ἣν εἴπομεν τῶν τόμων τοῦ ἀριθμοῦ διαίρεσιν,

ὅς ἐστι τόμος ἕβδομος καὶ τέλος τῆς πραγματείας πάσης,

ἐν ᾧ εἰσιν αἱρέσεις τέσσαρες·

<οζ´>. Διμοιρῖται, οἱ καὶ Ἀπολιναρῖται, οἱ μὴ τελείαν τὴν Χριστοῦ ἐνανθρώπησιν ὁμολογοῦντες· ὧν τινες ὁμοούσιον τὸ σῶμα τῇ θεότητί ποτε ἐτόλμησαν λέγειν, τινὲς δέ ποτε ψυχὴν αὐτὸν εἰληφέναι ἠρνοῦντο, τινὲς δὲ διὰ τοῦ ῥητοῦ τοῦ «ὁ λόγος σὰρξ ἐγένετο» ἐπερειδόμενοι ἠρνοῦντο ἀπὸ κτιστῆς σαρκὸς τουτέστι Μαρίας τὸ κατὰ σάρκα αὐτὸν εἰληφέναι. μόνον δὲ φιλονείκως ἔλεγον τὸν λόγον σάρκα γεγενῆσθαι, εἰς ὕστερον δέ, τί διανοούμενοι οὐκ οἶδα εἰπεῖν, νοῦν αὐτόν φασι μὴ εἰληφέναι.

<οη´>. Ἀντιδικομαριαμῖται, οἱ τὴν ἁγίαν Μαρίαν τὴν ἀειπάρθενον μετὰ τὸ τὸν σωτῆρα γεγεννηκέναι τῷ Ἰωσὴφ συνῆφθαι λέγοντες.

<οθ´>. Κολλυριδιανοί, οἱ εἰς ὄνομα τῆς αὐτῆς Μαρίας ἐν ἡμέρᾳ τινὶ τοῦ ἔτους ἀποτεταγμένῃ κολλυρίδα τινὰ προσφέροντες, οἷς ἐπεθέμεθα ὄνομα τῇ πράξει αὐτῶν ἀκόλουθον, Κολλυριδιανοὺς αὐτοὺς ὀνομάσαντες.

<π´>. Μασσαλιανοί, οὕτως <ὀνομαζόμενοι> ἑρμηνευόμενοι συνάπτονται δὲ τούτοις καὶ τῶν ἀπὸ Ἑλλήνων ἐπιτετηδευμένων αἱρέσεων οὗτοι οἱ λεγόμενοι Εὐφημῖται καὶ Μαρτυριανοὶ καὶ Σατανιανοί.

Αὕτη καὶ ἡ τοῦ ἑβδόμου τόμου ἀνακεφαλαίωσις καὶ τέλος τῶν τριῶν βιβλίων. ὁμοῦ δὲ αἱ πᾶσαι αἱρέσεις π´. ἐν αὐτῷ δὲ τῷ τέλει τοῦ τρίτου βιβλίου, ἑβδόμου δὲ τόμου ἐν ὑστέρῳ ἡ πίστις τῆς καθολικῆς ἐκκλησίας καὶ ἀπολογία ὑπὲρ ἀληθείας καὶ κήρυγμα τοῦ εὐαγγελίου Χριστοῦ καὶ χαρακτὴρ τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας τῆς ἀπ’ αἰῶνος οὔσης, κατὰ δὲ διαδοχὴν χρόνων φανερώτατα ἐν τῇ τοῦ Χριστοῦ ἐνσάρκῳ παρουσίᾳ ἀποκαλυφθείσης.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Anacephalaeosis
Translations of this Work
Anakephalaiosis (Auszug aus dem Panarion) (BKV) Compare

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy