Edition
Hide
ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ ΠΡΩΤΟΣ
αʹ.
Περὶ τῆς Ἰοβιανοῦ βασιλείας καὶ εὐσεβείας.
Μετὰ δὲ τὴν Ἰουλιανοῦ σφαγὴν συνελθόντες σὺν τοῖς ὑπάρχοις οἱ στρατηγοὶ ἐβουλεύοντο τίνα χρὴ τὴν βασιλείαν παραλαβεῖν, καὶ τήν τε στρατιὰν ἐν τῇ πολεμίᾳ διασῶσαι τά τε Ῥωμαίων ἀναρρῶσαι πράγματα ἐπὶ ξυροῦ ἀκμῆς ὄντα, τὸ δὴ λεγόμενον, διὰ τὴν τοῦ κατοιχομένου θρασύτητα. Τούτων δὲ περὶ τούτων βουλευομένων, ἡ στρατιὰ συναθροισθεῖσα κατὰ ταὐτὸν Ἰοβιανὸν ἐξῄτησε βασιλέα, οὔτε στρατηγὸν ὄντα οὔτε τῶν μετ´ ἐκείνους, ἐπίσημον δὲ ἄνδρα καὶ περιφανῆ καὶ πολλῶν ἕνεκα γνώριμον· σῶμά τε γὰρ μέγιστον εἶχε καὶ ψυχὴν μεγαλόφρονα, καὶ ἀριστεύειν ἐν τοῖς πολέμοις εἰώθει καὶ ἐν τοῖς ἀγῶσι τοῖς μείζοσι. Παρρησίᾳ γὰρ κατὰ τῆς ἀσεβείας χρησάμενος τοῦ τυράννου τὴν δυναστείαν οὐκ ἔδεισεν, ἀλλὰ κατὰ τὴν προθυμίαν τοῖς τοῦ σωτῆρος ἡμῶν μάρτυσι συνετέτακτο. Τότε δὴ οἱ στρατηγοί, τῆς στρατιᾶς τὴν συμφωνίαν θείαν ψῆφον ὑπολαβόντες, ἤγαγον εἰς μέσον τὸν πάντα ἄριστον ἄνδρα ἐκεῖνον, καὶ βῆμα σχεδιάσαντες ὑψηλὸν ἔστησαν ἐπὶ τούτου. Εἶτα πάντων αὐτῷ τὰ βασιλικὰ προσενηνοχότων προσρήματα καὶ Αὔγουστον προσαγορευσάντων καὶ Καίσαρα, τῇ συνήθει παρρησίᾳ χρησάμενος ὁ ἀξιάγαστος ἐκεῖνος ἀνήρ, καὶ μήτε τοὺς ἄρχοντας δείσας μήτε τῶν στρατιωτῶν τὴν ἐπὶ τὰ χείρω μεταβολήν· »οὐ δύναμαι«, ἔφη, »Χριστιανὸς ὢν τῶν τοιούτων ἄρχειν οὐδὲ τῆς Ἰουλιανοῦ στρατιᾶς βασιλεύειν πονηρὰ παιδευθείσης μαθήματα· οἱ γὰρ τοιοῦτοι, τῆς θείας προμηθείας γεγυμνωμένοι, εὐάλωτοί τέ εἰσιν καὶ λίαν εὐεπιχείρητοι, καὶ ἐπίχαρτοι τοῖς πολεμίοις γενήσονται«. Τούτων ἀκούσαντες τῶν λόγων οἱ στρατιῶται κοινὴν ἀφῆκαν φωνήν·
«μὴ ἐνδοιάσῃς, ὦ βασιλεῦ, μηδὲ τὴν ἡμετέραν ὡς πονηρὰν φύγῃς ἡγεμονίαν· Χριστιανῶν γὰρ βασιλεύσεις καὶ μαθήμασιν εὐσεβέσι συντεθραμμένων. Οἱ μὲν γὰρ ἐν ἡμῖν γεραίτεροι καὶ τῆς Κωνσταντίνου διδασκαλίας ἀπήλαυσαν, οἱ δὲ μετ´ ἐκείνους τῶν Κωνσταντίου μετέλαχον παιδευμάτων· τούτου δὲ τοῦ τεθνεῶτος ὀλίγος τῆς ἡγεμονίας ὁ χρόνος καὶ οὐχ ἱκανὸς οὐδὲ τοῖς ἐξηπατημένοις ἐνιδρῦσαι τὴν λώβην.»
Translation
Hide
The Ecclesiastical History of Theodoret (CCEL)
Chapter XIV. Of the holy Barses, and of the exile of the bishop of Edessa and his companions.
Barses , whose fame is now great not only in his own city of Edessa, and in neighbouring towns, but in Phœnicia, in Egypt, and in the Thebaid, through all which regions he had travelled with a high reputation won by his great virtue, had been relegated by Valens to the island of Aradus, 1 but when the emperor learnt that innumerable multitudes streamed thither, because Barses was full of apostolic grace, and drove out sicknesses with a word, he sent him to Oxyrynchus 2 in Egypt; but there too his fame drew all men to him, and the old man, worthy of heaven, was led off to a remote castle near the country of the barbarians of that district, by name Pheno. It is said that in Aradus his bed has been preserved to this day, where it is held in very great honour, for many sick persons lie down upon it and by means of their faith recover.