• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Theodoret of Cyrus (393-466) Historia Ecclesiastica

Edition Hide
ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ ΠΡΩΤΟΣ

λʹ.

Τίνες ἐν τῇ Ποντικῇ καὶ Ἀσιανῇ διέπρεπον ἐπίσκοποι κατὰ τοῦτον τὸν καιρόν.

Ἐν ἐπισκόποις δὲ Γρηγόριος ἑκάτερος, ὅ τε Ναζιανζοῦ καὶ ὁ Νύσσης, ὁ μὲν ἀδελφός, ὁ δὲ σύσκηνός τε καὶ συνεργὸς τοῦ μεγάλου Βασιλείου τυγχάνων. Οὗτοι μὲν οὖν ἐν Καππαδοκίᾳ τῆς εὐσεβείας ὑπερμαχοῦντες ἠρίστευον. Συνηρίστευε δὲ αὐτοῖς καὶ Πέτρος, γεννήτορας μὲν Βασιλείῳ καὶ Γρηγορίῳ τοὺς αὐτοὺς ἐσχηκώς, τῆς δὲ θύραθεν παιδείας οὐ μετειληχὼς σὺν ἐκείνοις, τὰς δὲ τοῦ βίου μαρμαρυγὰς ἀφιείς. Ἐν Πισιδίᾳ δὲ Ὄπτιμος καὶ Ἀμφιλόχιος ἐν Λυκαονίᾳ, γενναίως ὑπὲρ τῆς προγονικῆς παραταττόμενοι πίστεως, τὰς ἐναντίας ἀπεκρούοντο προσβολάς. Ἐν δέ γε τῇ Ἑσπέρᾳ, Δάμασος μὲν τῆς Ῥώμης ἡγούμενος, Ἀμβρόσιος δὲ Μεδιόλανον ἰθύνειν πεπιστευμένος, καὶ τοὺς πόρρωθεν ἀκοντίζοντες ἔβαλλον. Καὶ μετὰ τούτων οἱ τὰς ἐσχατιὰς οἰκεῖν ἠναγκασμένοι γράμμασι καὶ τοὺς οἰκείους ἐστήριζον καὶ τοὺς πολεμίους κατέλυον. Ἀντιρρόπους γὰρ τῷ μεγέθει τοῦ κλύδωνος ἔδωκε κυβερνήτας τῶν ὅλων ὁ πρύτανις, καὶ τῇ τῶν πολέμων σφοδρότητι τὴν τῶν στρατηγῶν ἀντέταξεν ἀρετήν, καὶ πρόσφορα τῇ τοῦ καιροῦ δυσκολίᾳ τὰ ἀλεξίκακα ἔδωκε φάρμακα.

Translation Hide
Histoire de l'Église

XXX.

  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ ΠΡΩΤΟΣ
Translations of this Work
Histoire de l'Église
Kirchengeschichte (BKV) Compare
The Ecclesiastical History of Theodoret (CCEL) Compare

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy