• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Theodoret of Cyrus (393-466) Historia Ecclesiastica ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ ΠΡΩΤΟΣ
Τὰ κεφάλαια τοῦ δʹ λόγου

ιʹ.

Περὶ τῆς τῶν Αὐδιάνων αἱρέσεως.

Ὁ μὲν δὴ πανεύφημος βασιλεὺς τοσαύτην τῶν ἀποστολικῶν δογμάτων ἐποιεῖτο φροντίδα. Αὐδαῖος δέ τις, Σύρος καὶ τὸ γένος καὶ τὴν φωνήν, καινῶν εὑρετὴς δογμάτων κατ´ ἐκεῖνον ἐγένετο τὸν καιρόν, πάλαι μὲν τῶν πονηρῶν ὠδίνων ἀρξάμενος, τότε δὲ δῆλος γενόμενος. Πρῶτον μὲν γὰρ ἀνοήτως νενοηκὼς τὸ «ποιήσωμεν ἄνθρωπον κατ´ εἰκόνα ἡμετέραν καὶ καθ´ ὁμοίωσιν», ἀνθρωπείαν ἔχειν μορφὴν τὸ θεῖον ὑπέλαβε, καὶ τὰ τοῦ σώματος περικεῖσθαι ἐτόπασε μόρια, τῆς θείας γραφῆς οὐ κατιδὼν τὴν διάνοιαν. Πολλάκις γὰρ ταῖς θείαις ἐνεργείαις τὰ τῶν ἀνθρωπίνων μορίων ὀνόματα περιτίθησιν, ἐπειδὴ ῥᾷον οἱ τῶν λεπτοτέρων ἐπαΐειν οὐ δυνάμενοι διὰ τούτων τοῦ θεοῦ τὴν προμήθειαν μανθάνουσι. Προστέθεικε δὲ τῇδε τῇ δυσσεβείᾳ καὶ ἕτερα παραπλήσια. Ἐκ γὰρ τῆς τοῦ Μάνεντος πλάνης ἐρανισάμενος, οὔτε τοῦ πυρὸς οὔτε τοῦ σκότους ἔφη εἶναι δημιουργὸν τὸν τῶν ὅλων θεόν. Ἀλλὰ ταῦτα μὲν καὶ ὅσα τοιαῦτα κατακρύπτουσιν οἱ τῆς ἐκείνου συμμορίας. Φάσκουσι δὲ τῶν ἐκκλησιαστικῶν ἀπεσχοινίσθαι συλλόγων, ἐπειδὴ τινὲς μὲν τὸν ἐπάρατον εἰσπράττουσι τόκον, τινὲς δὲ γυναιξὶν οὐ νόμῳ γάμου συνοικοῦντες παρανόμως βιοῦσιν, οἱ δὲ τούτων ἀπηλλαγμένοι τούτοις ἀδεῶς κοινωνοῦσι. Διὰ ταῦτά φασιν ἐκεῖνοι καθ´ ἑαυτοὺς βιοτεύειν, τὴν τῶν δογμάτων ἀποκρύπτοντες βλασφημίαν. Ἔστι μέντοι καὶ ἡ σκῆψις ἀλαζονείας μεστὴ καὶ τῆς Φαρισαϊκῆς διδασκαλίας ἀπόγονος. Καὶ γὰρ ἐκεῖνοι κατηγόρουν τοῦ τῶν ψυχῶν καὶ σωμάτων ἰατροῦ, τοῖς ἱεροῖς λέγοντες ἀποστόλοις· « ἵνα τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν;» καὶ διὰ τοῦ προφήτου δὲ περὶ τῶν τοιούτων φησὶν ὁ θεός· «οἱ λέγοντες καθαρός εἰμι, μή μου ἅπτου· οὗτος καπνὸς τοῦ θυμοῦ μου». Ἀλλὰ τὴν τούτων διελέγχειν ἄνοιαν οὐ τοῦ παρόντος καιροῦ· οὗ δὴ ἕνεκα ἐπὶ τὰ λοιπὰ βαδιοῦμαι τῆς διηγήσεως.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ ΠΡΩΤΟΣ
Translations of this Work
Histoire de l'Église Compare
Kirchengeschichte (BKV) Compare
The Ecclesiastical History of Theodoret (CCEL) Compare

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy