• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Theodoret of Cyrus (393-466) Historia Ecclesiastica ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ ΠΡΩΤΟΣ
Τὰ κεφάλαια τοῦ δʹ λόγου

κʹ.

Περὶ τῆς τοῦ ἁγίου Ἀθανασίου τελευτῆς καὶ τῆς Πέτρου χειροτονίας.

Ἐν Ἀλεξανδρείᾳ δέ, Ἀθανασίου τοῦ νικηφόρου μετὰ τοὺς πολλοὺς ἀγῶνας καὶ τοὺς ἰσαρίθμους στεφάνους λύσιν τῶν πόνων εἰληφότος καὶ εἰς τὴν πόνων ἐλευθέραν βιοτὴν μεταστάντος, Πέτρος ἀνὴρ ἄριστος τὴν προεδρίαν ἐδέξατο, πρώτης μὲν τῆς μακαρίας ἐκείνης ψηφισαμένης αὐτὸν κεφαλῆς, πάντων δὲ συμψήφων γεγενημένων, καὶ τῶν ἱερωμένων καὶ τῶν ἐν τέλει καὶ ἀξιωτάτων. Καὶ ὁ λαὸς δὲ ἅπας ταῖς εὐφημίαις ἐδήλου τὴν ἡδονήν· τῶν γὰρ Ἀθανασίου συμμετέσχεν ἱδρώτων καὶ ἐνδημοῦντί τε καὶ ἀποδημοῦντι συνῆν καὶ τοὺς παντοδαποὺς σὺν ἐκείνῳ κινδύνους ὑπέμεινεν. Διά τοι τοῦτο καὶ τῶν ἀρχιερέων συνέδραμον οἱ πελάζοντες, καὶ τὰς ἀσκητικὰς καταλιπόντες παλαίστρας οἱ ἐν ἐκείναις διάγοντες τὸν Ἀθανασίου θρόνον κληρονομῆσαι τὸν Πέτρον ἠξίουν.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ ΠΡΩΤΟΣ
Translations of this Work
Histoire de l'Église Compare
Kirchengeschichte (BKV) Compare
The Ecclesiastical History of Theodoret (CCEL) Compare

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy