λγʹ.
Ἀπολογία ὑπὲρ τοῦ βασιλέως.
Θαυμαζέτω δὲ μηδεὶς εἰ τηλικούτους ἄνδρας ἐξαπατηθεὶς ἐξωστράκισεν. Ἀρχιερεῦσι γάρ, κρύπτουσι μὲν τὴν πονηρίαν, τὴν δὲ ἄλλην ἔχουσι περιφάνειαν, ἐξαπατῶσιν ἐπίστευσεν. ἴσασι δὲ οἱ τὰ θεῖα πεπαιδευμένοι ὡς καὶ ὁ θεῖος ἐξηπατήθη Δαβὶδ ὁ πραότατος καὶ τοσοῦτος προφήτης. Ἐξηπάτησε δὲ αὐτὸν οὐκ ἀρχιερεὺς ἀλλ´ οἰκέτης οἰκότριψ καὶ μαστιγίας· τὸν Σιβὰ λέγω τὸν κατὰ τοῦ Μεμφιβοσθὲ τὰ ψευδῆ τὸν βασιλέα διδάξαντα καὶ τὸ ἐκείνου χωρίον σφετερισάμενον. Καὶ ταῦτα λέγω, οὐ τοῦ προφήτου κατηγορῶν, ἀλλ´ ὑπὲρ τοῦδε τοῦ βασιλέως τὴν ἀπολογίαν προσφέρων καὶ τῆς ἀνθρωπίνης φύσεως ἐπιδεικνὺς τὴν ἀσθένειαν, καὶ διδάσκων ὡς οὐ χρὴ μόνοις τοῖς κατηγοροῦσι πιστεύειν κἂν ἄγαν ὦσιν ἀξιόχρεοι, ἀλλὰ θατέραν ταῖν ἀκοαῖν τῷ κατηγορουμένῳ φυλάττειν.