• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Dionysius the Areopagite, ps. (520) ΠΕΡΙ ΤΗΣ ΟΥΡΑΝΙΑΣ ΙΕΡΑΡΧΙΑΣ
ΚΕΦΑΛΑΙΟΝ Δ΄

3.

Εἰ δέ τις φαίη καὶ αὐτόθεν ἀμέσως ἐγγενέσθαι τισὶ τῶν ἁγίων θεοφανείας, μανθανέτω καὶ τοῦτο σαφῶς ἐκ τῶν ἱερωτάτων Λογίων, ὡς αὐτὸ μὲν ὅ τί ποτέ ἐστι τὸ τοῦ Θεοῦ κρύφιον «οὐδεὶς ἑώρακεν» οὐδὲ ὄψεται, θεοφάνειοιι δὲ τοῖς ὁσίοις γεγόνασι κατὰ τὰς πρεπούσας Θεῷ διὰ δή τινων ἱερῶν καὶ τοῖς ὁρῶσιν ἀναλόγων ὁράσεων ἐκφαντορίας. Ἡ πάνσοφος δὲ θεολογία τὴν ὅρασιν ἐκείνην, ἥτις ἐν ἑαυτῆ διαγεγραμμένην ἀνέφαινε τὴν θείαν ὡς ἐν μορφώσει τῶν ἀμορφώτων ὁμοίωσιν, ἐκ τῆς τῶν ὁρώντων ἐπὶ τὸ θεῖον ἀναγωγῆς εἰκότως καλεῖ θεοφάνειαν, ὡς δι' αὐτῆς τοῖς ὁρῶσι θείας ἐγγινομένης ἐλλάμψεως καί τι τῶν θείων αὐτῶν ἱερῶς μυουμένων. Ταύτας δὲ τὰς θείας ὁράσεις οἱ κλεινοὶ πατέρες ἡμῶν ἐμυοῦντο διὰ μέσων τῶυ οὐρανίων δυνάμεων. Ἢ οὐχὶ καὶ τὴν ἱερὰν τοῦ νόμου θεσμοθεσίαν ἡ τῶν Λογίων παράδοσις ὡς αὐτόθεν μέν φησιν ἐκ Θεοῦ τῷ Μωϋσῇ δεδωρημένην, ὅπως ἂν ἡμᾶς ἀληθως μυήσῃ τὸ θείας αὐτὴν εἶ,ναι καὶ ἱερᾶς ὑποτύπωσιν; διδάσκει δὲ καὶ τοῦτο σαφῶς ἡ θεολογία τὸ δι' ἀγγέλων αὐτὴν εἰς ἡμᾶς προελθεῖν, ὡς τῆς θεονομικῆς τάξεως ἐκεῖνο θεσμοθετούσης τὸ διὰ τῶν πρώτων τὰ δεύτερα πρὸς τὸ θεῖον ἀνάγεσθαι; Καὶ γὰρ οὐ μόνον ἐπὶ τῶν ὑπερκειμένων τε καὶ ὑφειμένων νοῶν, ἀλλὰ κἀν τοῖς ὁμοταγέσιν οὖτος ὁ θεσμὸς ὥρισται παρὰ τῆς πάντων ὑπερουσίου ταξιαρχίας τὸ καθ' ἑκάστην ἱεραρχίαν πρώτας καὶ μέσας καὶ τελευταίας εἶναι τάξεις τε καὶ δυνάμεις καὶ τῶν ἡττόνων εἶναι τοὺς θειοτέρους μύστας καὶ χειραγωγοὺς ἐπὶ τὴν θείαν προσαγωγὴν καὶ ἔλλαμψιν καὶ κοινωνίαν.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
ΠΕΡΙ ΤΗΣ ΟΥΡΑΝΙΑΣ ΙΕΡΑΡΧΙΑΣ
Translations of this Work
Himmlische Hierarchie (BKV) Compare
Himmlische Hierarchie (Edith Stein) Compare
Le livre de la hierarchie celeste Compare
Commentaries for this Work
Einleitung zur Himmlischen und Kirchlichen Hierarchie

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy