• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Dionysius the Areopagite, ps. (520) ΠΕΡΙ ΤΗΣ ΟΥΡΑΝΙΑΣ ΙΕΡΑΡΧΙΑΣ
ΚΕΦΑΛΑΙΟΝ Θ΄

3.

Εἰ δέ τις φαίη· καὶ πῶς ὁ τῶν Ἑβραίων λαὸς ἀνήγετο μόνος ἐπὶ τὰς θεαρχικὰς ἐλλάμψεις;» ἀποκριτέον ὅτι μὴ τὰς τῶν ἀγγέλων εὐθείας ἐπιστασίας αἰτιάσασθαι χρὴ τῆς τῶν ἑτέρων ἐθνῶν ἐπὶ τοὺς οὐκ ὄντας θεοὺς ἀποπλανήσεως, ἀλλ' αὐτοὺς ἐκείνους οἰκείαις ῥοπαῖς ἐκ τῆς ἐπὶ τὸ θεῖον εὐθείας ἀναγωγῆς ἀποπεπτωκότας τῇ φιλαυτίᾳ καὶ αὐθαδείᾳ, καὶ τῇ τῶν αὐτοῖς δοκούντων θεοπρεπῶν ἀναλόγῳ σεβασμιότητι. Τοῦτο μαρτυρεῖται καὶ αὐτὸς ὁ τῶν Ἑβραίων λαὸς πεπονθέναι. «Ἐπίγνωσιν γὰρ Θεοῦ», φησιν, «ἀπώσω, καὶ ὀπίσω τῆς καρδίας σου ἐπορεύθης». Οὐδὲ γὰρ ἠναγκασμένην ἔχομεν ζωὴν οὐδὲ διὰ τὴν τῶν προνοουμένων αὐτεξουσιότητα τὰ θεῖα φῶτα τῆς προνοητικῆς ἐλλάμψεως ἀπαμβλύνεται. Ἀλλ' ἡ τῶν νοερῶν ὄψεων ἀνομοιότης τὴν ὑπερπλήρη τῆς πατρικῆς ἀγαθότητος φωτοδοσίαν ἢ παντελῶς ἀμέθεκτον ποιεῖ καὶ πρὸς τὴν αὐτῶν ἀντιτυπίαν ἀδιάδοτον ἢ τὰς μετουσίας ποιεῖ διαφόρους, μικρὰς ἢ μεγάλας, ἀμυδρὰς ἢ φανὰς τῆς μιᾶς καὶ ἁπλῆς καὶ ἀεὶ ὡσαύτως ἐχούσης καὶ ὑπερηπλωμένης πηγαίας ἀκτῖνος. ᾽Επεὶ ὅτι γε καὶ τῶν ἑτέρων ἐθνῶν, ἐξ ὧν καὶ ἡμεῖς ἀνενεύσαμεν ἐπὶ τὸ πᾶσιν ἑτοίμως εἰς μετάδοσιν ἀναπεπταμένον τοῦ θεαρχικοῦ φωτὸς ἄπειρόν τε καὶ ἄφθονον πέλαγος, οὐκ ἔκφυλοί τινες ἐπεστάτουν θεοί, μία δὲ πάντων ἀρχὴ καὶ πρὸς ταύτην ἀνῆγον τοὺς ἑπομένους οἱ καθ᾽ ἕκαστον ἔθνος ἱεραρχοῦντες ἄγγελοι, τὸν Μελχισεδὲκ ἐννοητέον ἱεράρχην ὄντα φιλοθεώτατον οὐ τῶν οὐκ ὄντων, ἀλλὰ τοῦ ὄντως ὄντος ὑψίστου Θεοῦ. Καὶ γὰρ οὐχ ἁπλῶς τὸν Μελχισεδὲκ οἱ θεόσοφοι οὐ φιλόθεον μόνον ἀλλὰ καὶ ἱερέα κεκλήκασιν ἢ ἵνα τοῖς ἐχέφροσιν ἐναργῶς ἐμφαίνωσιν ὅτι μὴ μόνον αὐτὸς ἐπὶ τὸν ὄντως ὄντα Θεὸν ἐπέστραπτο, προσέτι δὲ καὶ ἄλλοις ὡς ἱεράρχης ἡγεῖτο τῆς ἐπὶ τὴν ἀληθῆ καὶ μόνην θεαρχίαν ἀναγωγῆς.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
ΠΕΡΙ ΤΗΣ ΟΥΡΑΝΙΑΣ ΙΕΡΑΡΧΙΑΣ
Translations of this Work
Himmlische Hierarchie (BKV) Compare
Himmlische Hierarchie (Edith Stein) Compare
Le livre de la hierarchie celeste Compare
Commentaries for this Work
Einleitung zur Himmlischen und Kirchlichen Hierarchie

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy