• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Dionysius the Areopagite, ps. (520) ΠΕΡΙ ΤΗΣ ΟΥΡΑΝΙΑΣ ΙΕΡΑΡΧΙΑΣ
ΚΕΦΑΛΑΙΟΝ ΙΕ΄

9.

᾽Επισκεπτέον δὲ καὶ τὸ ποταμοὺς εἰρῆσθαι καὶ τροχοὺς καὶ ἅρματα συνημμένα ταῖς οὐρανίαις οὐσίαις.

Οἱ μὲν γὰρ ἐμπύριοι ποταμοὶ σημαίνουσι τοὺς θεαρχικοὺς ὀχετοὺς ἄφθονον αὐταῖς καὶ ἀνέκλειπτον ἐπίῤῥοιαν χορηγοῦντας καὶ ζωοποιοῦ θρεπτικοὺς γονιμότητος, τὰ δὲ ἅρματα τὴν συζευτικὴν τῶν ὁμοταγῶν κοινωνίαν, οἱ δὲ τροχοὶ πτερωτοὶ μὲν ὄντες, ἐπὶ δὲ τὰ πρόσθεν ἀνεπιστρόφως καὶ ἀκλινῶς πορευόμενοι, τὴν κατ᾽ εὐθεῖαν καὶ ὄρθιον ὁδὸν τῆς πορευτικῆς αὐτῶν ἐνεργείας δύναμιν, ἐπὶ τὸν αὐτὸν ἀκλινῆ καὶ ἰθύτομον οἶμον ἁπάσης αὐτῶν τῆς νοερᾶς τροχιᾶς ὑπερκοσμίως ἰθυνομένης.

Ἔστι δὲ καὶ κατ' ἄλλην ἀναγωγὴν ἀνακαθᾶραι τὴν τῶν νοερῶν τροχῶν εἰκονογραφίαν. Ἔπεκλήθη γὰρ αὐτοῖς ὥς φησιν ὁ θεολόγος Γελγέλ· ἐμφαίνει δὲ τοῦτο καθ' ἑβραίκὴν φωνὴν ἀνακυλισμοὺς καὶ ἀνακαλύψεις. Οἱ γὰρ ἐμπύριοι καὶ θεοειδεῖς τροχοὶ τοὺς μὲν ἀνακυλισμοὺς ἔχουσι τῇ περὶ τὸ ταὐτὸν ἀγαθὸν ἀειδινήτῳ κινήσει, τὰς ἀνακαλύψεις δὲ τῇ τῶν κρυφίων ἐκφαντορίᾳ καὶ τῇ τῶν περιπεζίων ἀναγωγῇ καὶ τῇ τῶν ὑψηλῶν ἐλλάμψεων εἰς τὰ ὑφειμένα καταγωγικῇ διαπορθμεύσει.

Λοιπὸς ἡμῖν εἰς διασάφησιν ὁ περὶ τῆς χαρᾶς τῶν οὐρανίων διακοσμήσεων λόγος. Καὶ γὰρ ἄδεκτοι παντελῶς εἰσι τῆς καθ' ἡμᾶς ἐμπαθοῦς ἡδονῆς, συγχαίρειν δὲ Θεῷ λέγονται τῇ τῶν ἀπολωλότων εὑρέσει κατὰ τὴν θεοειδῆ ῥᾳστώνην καὶ τὴν ἐπὶ τῇ προνοίᾳ καὶ σωτηρίᾳ τῶν ἐπὶ Θεὸν ἐπιστρεφομένων ἀγαθοειδῆ καὶ ἄφθονον εὐφροσύνην καὶ τὴν εὐπάθειαν ἐκείνην τὴν ἄῤῥητον ἧς ἐν μεθέξει πολλάκις γεγόνασι καὶ ἄνδρες ἱεροὶ κατὰ τὰς θεουργοὺς τῶν θείων ἐλλάμψεων ἐπιφοιτήσεις.

Τοσαῦτά μοι περὶ τῶν ἱερῶν ἀναπλάσεων εἰρήσθω, τῆς μὲν ἀκριβοῦς αὐτῶν ἐκφαντορίας ἀπολειπόμενα, συντελοῦντα δὲ ὡς οἶμαι πρὸς τὸ μὴ ταπεινῶς ἡμᾶς ἐναπομεῖναι ταῖς τυπωτικαῖς φαντασίαις.

Εἰ δὲ καὶ τοῦτο φαίῃς ὡς οὐ πάντων ἑξῆς τῶν ἀγγελικῶν ἐν τοῖς Λογίοις δυναμεων ἢ ενεργειῶν ἢ εἰκόνων ἐποιησάμεθα μνήμην, ἀποκρινούμεθα τἀληθὲς, ὅτι τῶν μὲν τὴν ὑπερκόσμιον ἐπιστήμην ἠγνοήσαμεν καὶ μᾶλλον ἐπ' αὐτοῖς ἡμεῖς ἑτέρου τοῦ φωταγωγοῦντος δεόμεθα, τὰ δὲ ὡς τοῖς εἰρημένοις ὁμοδύναμα παραλελοίπαμεν τῆς τε συμμετρίας τοῦ λόγου προνενοηκότες καὶ τὴν ὑπὲρ ἡμᾶς κρυφιότητα σιγῇ τιμήσαντες.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
ΠΕΡΙ ΤΗΣ ΟΥΡΑΝΙΑΣ ΙΕΡΑΡΧΙΑΣ
Translations of this Work
Himmlische Hierarchie (BKV) Compare
Himmlische Hierarchie (Edith Stein) Compare
Le livre de la hierarchie celeste Compare
Commentaries for this Work
Einleitung zur Himmlischen und Kirchlichen Hierarchie

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy