• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Dionysius the Areopagite, ps. (520) ΠΕΡΙ ΘΕΙΩΝ ΟΝΟΜΑΤΩΝ
Κεφάλαιον ΙΑ΄.

1.

Ἄγε δὴ τὴν θείαν καὶ ἀρχισυνάγωγον εἰρήνην ὕμνοις εἰρηναίοις ἀνευφημήσωμεν. Αὕτη γάρ ἐστιν ἡ πάντων ἑνωτικὴ καὶ τῆς ἁπάντων ὁμονοίας τε καὶ συμφυΐας γεννητικὴ καὶ ἀπεργαστική. Διὸ καὶ πάντα αὐτῆς ἐφίεται τὸ μεριστὸν αὐτῶν πλῆθος ἐπιστρεφούσης εἰς τὴν ὅλην ἑνότητα καὶ τὸν ἐμφύλιον τοῦ παντὸς πόλεμον ἑνούσης εἰς ὁμοειδῆ συνοικίαν. Τῇ μετοχῇ τῆς θείας εἰρήνης αἱ γοῦν πρεσβύτεραι τῶν συναγωγῶν δυνάμεων αὐταί τε πρὸς ἑαυτὰς καὶ πρὸς ἀλλήλας ἑνοῦνται καὶ πρὸς τὴν μίαν τῶν ὅλων εἰρηναρχίαν καὶ τὰ ὑφ᾿ ἑαυτὰς ἑνοῦσιν αὐτά τε πρὸς ἑαυτὰ καὶ πρὸς ἄλληλα καὶ πρὸς τὴν μίαν καὶ παντελῆ τῆς πάντων εἰρήνης ἀρχὴν καὶ αἰτίαν, ἥτις ἀμερῶς ἐπιβεβηκυῖα τοῖς ὅλοις ὥσπερ τισὶ κλείθροις τῶν διῃρημένων συμπτυκτικοῖς τὰ πάντα ὁρίζει καὶ περατοῖ καὶ ἀσφαλίζεται καὶ οὐκ ἐᾷ διαιρεθέντα χυθῆναι πρὸς τὸ ἄπειρον καὶ ἀόριστον, ἄτακτα καὶ ἀνίδρυτα καὶ ἔρημα θεοῦ γιγνόμενα καὶ τῆς ἑαυτῶν ἑνώσεως ἐξιόντα καὶ ἐν ἀλλήλοις παμμιγῶς συμφυρόμενα.

Περὶ μὲν οὖν αὐτῆς, ὅ τι ποτέ ἐστι, τῆς θείας εἰρήνης καὶ ἡσυχίας, ἣν ὁ ἱερὸς Ἰοῦστος ἀφθεγξίαν καλεῖ καὶ ἐπὶ πᾶσαν γιγνωσκομένην πρόοδον ἀκινησίαν, ὅπως τε ἠρεμεῖ καὶ ἡσυχίαν ἄγει καὶ ὅπως ἐν ἑαυτῇ καὶ εἴσω ἑαυτῆς ἔστι καὶ πρὸς ἑαυτὴν ὅλην ὅλη ὑπερήνωται καὶ οὔτε εἰς ἑαυτὴν εἰσιοῦσα καὶ πολλαπλασιάζουσα ἑαυτὴν ἀπολείπει τὴν ἑαυτῆς ἕνωσιν, ἀλλὰ καὶ πρόεισιν ἐπὶ πάντα ἔνδον ὅλη μένουσα δι᾿ ὑπερβολὴν τῆς πάντα ὑπερεχούσης ἑνώσεως, οὔτε εἰπεῖν οὔτε ἐννοῆσαί τινι τῶν ὄντων οὔτε θεμιτὸν οὔτε ἐφικτόν. Ἀλλ᾿ ὡς ἄφθεγκτον καὶ τοῦτο καὶ ἄγνωστον ἐπ᾿ αὐτὴν ἀναθέντες ὡς πάντων οὖσαν ἐπέκεινα τὰς νοητὰς αὐτῆς καὶ ῥητὰς μετουσίας καὶ τοῦτο ὡς δυνατὸν ἀνδράσι καὶ ἡμῖν πολλῶν ἀνδρῶν ἀγαθῶν ἀπολειπομένοις ἐπισκοπήσωμεν.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
ΠΕΡΙ ΘΕΙΩΝ ΟΝΟΜΑΤΩΝ
Translations of this Work
Schriften über "Göttliche Namen" (BKV) Compare
Traité des noms divins Compare
Von den göttlichen Namen (Edith Stein) Compare
Commentaries for this Work
Einleitung: Dionysius Aeropagita über heilige Namen

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy