II
1. Ἄκουε νῦν φησί, τὴν ἐνέρειαν τῆς ὀξυχολίας πῶς πονηρά ἐστι, καὶ πῶς τοὺς δούλους μοῦ καταστρέφει τῇ ἑαυτῆς ἐνεργείᾳ καὶ πῶς ἀποπλανᾷ δὲ τοὺς πλήρεις ὄντας ἐν τῇ πίστει οὐδὲ ἐνεργῆσαι δύναται εἰς αὐτούς, ὅτι ἡ δύναμις μου μετ’ αὐτῶν ἐστιν· ἀποπλανᾷ δὲ τοὺς ἀποκένους καί διψύχους ὄντας. 2. ὅταν δὲ ἴδῃ τοὺς τοιούτους ἀνθρώπους εὐσταθοῦντας, παρεμβάλλει ἑαυτὴν εἰς τὴν καρδίαν τοῦ ἀνθρώπου ἐκείνου, καὶ ἐκ τοῦ μηδενὸς ὁ ἀνὴρ ἢ γυνὴ ἐν πικρίᾳ γινετα ἕνεκεν βιωτικῶν πραγμάτων ἢ περὶ ἐδεσμάτων ἢ μικρολογίας τινὸς ἢ περὶ φίλου τινὸς ἢ περὶ δόσεως ἢ λήψεως ἢ περὶ τοιούτων μωρῶν πραγμάτων· ταῦτα γὰρ πάντα μωρὰ ἐστι καὶ κενὰ καὶ ἄφρονα καὶ ἀσύμφορα τοῖς δούλοις τοῦ θεοῦ. 3. ἡ δὲ μακροθυμία μεγάλη ἐστὶ καὶ ἰσχυρὰ καὶ δύναμιν ἔχουσα καὶ στιβαρὰν καὶ εὐθηνουμένην ἐν πλατυσμῷ μεγάλῳ, ἱλαρά, ἀγαλλιωμένη, ἀμέριμνος οὖσα, δοξάζουσα τὸν κύριον ἐν παντὶ καιρῷ, μηδὲν ἐν ἑαυτῇ ἔχουσα πικρόν, παραμένουσα διὰ παντὸς πραεῖα καὶ ἡσύχιος· αὕτη οὖν ἡ μακροθυμία κατοικεῖ μετὰ τῶν τὴν πίστιν ἐχόντων ὁλόκληρον. 4. ἡ δὲ ὀξυχολία πρῶτον μὲν μωρά ἐστιν, ἐλαφρά τε καὶ ἄφρων. εἶτα ἐκ τῆς ἀφροσύνης γίνεται πικρία, ἐκ δὲ τῆς πικρίας θυμός, ἐκ δὲ τοῦ θυμοῦ ὀργή, ἐκ δὲ τῆς ὀργῆς μῆνις· εἶταἡ̓ἡ μῆνις αὕτη ἐκ τοσούτων κακῶν συνισταμένη γίνεται ἁμαρτία μεγάλη καὶ ἀνίατος. 5. ὅταν γὰ ταῦτα τὰ πνεύματα ἐν ἑνὶ ἀγγείῳ κατοικῇ, οὗ καὶ τὸ πνεῦμα τὸ ἅγιον κατοικεῖ, οὐ χωριε͂ τὸ ἄγγος ἐκεῖνο, ἀλλ’ ὑπερπλεονάζει. 6. τὸ τρυφερὸν οὖν πνεῦμα, μἡ ἔχον συνήθειαν μετὰ πονηροῦ πνεύματος κατοικεῖν μηδὲ μετὰ σκληροτητος, αποχωρει ἀπὸ τοῦ ἀνθρώπου τοῦ τοιούτου καὶ ζητεῖ κατοικεῖν μετὰ πραότητος καὶ ἡσυχίας. 7. εἶτα ὅταν ἀποστῇ ἀπὸ τοῦ ἀνθρώπου ἐκεῖνου, οὗ κατοικεῖ, γίνεται ὁ ἄθρωπος ἐκεῖνος κενὸς ἀπὸ τοῦ πνεύματος τοῦ δικαίου, καὶ τὸ λοιπὸν πεπληρωμένος τοῖς πνεύμασι τοῖς πονηροῖς ἀκαταστατεῖ ἐν πάσῃ πράξει αὐτοῦ, περισπώμενος ὧδε κἀκεῖσε ἀπὸ τῶν πνευμάτων τῶν πονηρῶν καὶ ὅλως ἀποτυφλοῦται ἀπὸ τῶν πνευμάτων τῶν πονηρῶν, καὶ ὅλως ἀποτυφλοῦται ἀπὸ τῆς διανοίας τῆς ἀγαθῆς. οὕτως οὖν συμβαίνει πᾶσι τοῖς ὀξυχόλοις. 8. ἀπέχου οὖν ἀπὸ τῆς ὀξυχολίᾳ καὶ τῇ πικρίᾳ, καὶ ἔσῃ εὑρισκόμενος μετὰ τῆς σεμνότητος τῆς ἠγαπημένης ὑπὸ τοῦ κυρίου. βλέπε οὖν μήποτε παρενθυμηθῇς τὴν ἐντολὴν ταύτην· ἐὰν γὰρ ταύτης τῆς ἐντολῆς κυριεύσῃς, καὶ τὰς λοιπὰς ἐντολὰς δυνήσῃ φυλάξαι, ἅς σοι μέλλω ἐντέλλεσθαι. ἰσχυροῦ ἐν αὐταῖς καὶ ἐνδυναμοῦ, καὶ πάντες ἐνδυναμούσθωσαν, ὅσοι ἐὰν θέλωσιν ἐν αὐταῖς πορεύεσθαι.