• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Justin Martyr (100-165) Dialogus cum Tryphone Dialogus cum Tryphono Judaeo

28

1. Καὶ ὁ Τρύφων· Καὶ πρότερον ἀκηκόαμέν σου τοῦτο προβάλλοντος καὶ ἐπεστήσαμεν· ἄξιον γάρ, ὡς ἀληθῶς εἰπεῖν, ἐπιστάσεως. καὶ οὔ μοι, ὃ τοῖς πολλοῖς, δοκεῖ λέγειν, ὅτι ἔδοξεν αὐτῷ· τοῦτο γάρ ἐστι πρόφασις ἀεὶ τοῖς μὴ δυναμένοις ἀποκρίνασθαι πρὸς τὸ ζητούμενον.

2. Κἀγώ· Ἐπειδὴ ἀπό τε τῶν γραφῶν καὶ τῶν πραγμάτων τάς τε ἀποδείξεις καὶ τὰς ὁμιλίας ποιοῦμαι, ἔλεγον, μὴ ὑπερτίθεσθε μηδὲ διστάζετε πιστεῦσαι τῷ ἀπεριτμήτῳ ἐμοί. βραχὺς οὗτος ὑμῖν περιλείπεται προσηλύσεως χρόνος· ἐὰν φθάσῃ ὁ Χριστὸς ἐλθεῖν, μάτην μετανοήσετε, μάτην κλαύσετε· οὐ γὰρ εἰσακούσεται ὑμῶν. Νεώσατε ἑαυτοῖς νεώματα, Ἰερεμίας τῷ λαῷ κέκραγε, καὶ μὴ σπείρετε ἐπ' ἀκάνθας. περιτέμνετε τῷ κυρίῳ, καὶ περιτέμνεσθε τὴν ἀκροβυστίαν τῆς καρδίας ὑμῶν. 3 μὴ οὖν εἰς ἀκάνθας σπείρετε καὶ ἀνήροτον χωρίον, ὅθεν ὑμῖν καρπὸς οὐκ ἔστι. γνῶτε τὸν Χριστόν, καὶ ἰδοὺ νειὸς καλή, καλὴ καὶ πίων ἐν ταῖς καρδίαις ὑμῶν. Ἰδοὺ γὰρ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ ἐπισκέψομαι ἐπὶ πάντας περιτετμημένους ἀκροβυστίας αὐτῶν, ἐπ' Αἴγυπτον καὶ ἐπὶ Ἰούδαν καὶ ἐπὶ Ἐδὼμ καὶ ἐπὶ υἱοὺς Μωάβ, ὅτι πάντα τὰ ἔθνη ἀπερίτμητα καὶ πᾶς οἶκος Ἰσραὴλ ἀπερίτμητος καρδίας αὐτῶν. 4 ὁρᾶτε ὡς οὐ ταύτην τὴν περιτομὴν τὴν εἰς σημεῖον δοθεῖσαν ὁ θεὸς θέλει· οὐδὲ γὰρ Αἰγυπτίοις χρήσιμος οὐδὲ τοῖς υἱοῖς Μωὰβ οὐδὲ τοῖς υἱοῖς Ἐδώμ. ἀλλὰ κἂν Σκύθης ᾖ τις ἢ Πέρσης, ἔχει δὲ τὴν τοῦ θεοῦ γνῶσιν καὶ τοῦ Χριστοῦ αὐτοῦ καὶ φυλάσσει τὰ αἰώνια δίκαια, περιτέτμηται τὴν καλὴν καὶ ὠφέλιμον περιτομήν, καὶ φίλος ἐστὶ τῷ θεῷ, καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ καὶ ταῖς προσφοραῖς χαίρει. 5 παρέξω δὲ ὑμῖν, ἄνδρες φίλοι, καὶ αὐτοῦ ῥήματα τοῦ θεοῦ, ὁπότε πρὸς τὸν λαὸν εἶπε διὰ Μαλαχίου, ἑνὸς τῶν δώδεκα προφητῶν. ἔστι δὲ ταῦτα· Οὐκ ἔστι θέλημά μου ἐν ὑμῖν, λέγει κύριος, καὶ τὰς θυσίας ὑμῶν οὐ προσδέχομαι ἐκ τῶν χειρῶν ὑμῶν· διότι ἀπὸ ἀνατολῆς ἡλίου ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυσία προσφέρεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά, ὅτι τιμᾶται τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, λέγει κύριος, ὑμεῖς δὲ βεβηλοῦτε αὐτό. 6 καὶ διὰ τοῦ Δαυεὶδ ἔφη· Λαός, ὃν οὐκ ἔγνων, ἐδούλευσέ μοι· εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου.

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Dialogus cum Tryphono Judaeo
Traductions de cette œuvre
Dialog mit dem Juden Trypho (BKV) Comparer
Dialogue de Saint Justin avec le juif Tryphon Comparer
Dialogue of Justin, Philosopher and Martyr, with Trypho, a Jew Comparer
Commentaires sur cette œuvre
Einleitung
Introductory Note to the Writings of Justin Martyr

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2026 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité