• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Clément d'Alexandrie (150-215) Quis dives salvetur

XXVI.

«Ἔσονται οἱ πρῶτοι ἔσχατοι καὶ οἱ ἔσχατοι πρῶτοι.» τοῦτο πολύχουν μέν ἐστι κατὰ τὴν ὑπόνοιαν καὶ τὸν σαφηνισμόν, οὐ μὴν ἔν γε τῷ παρόντι τὴν ζήτησιν ἀπαιτεῖ· οὐ γὰρ μόνον ῥέπει πρὸς τοὺς πολυκτήμονας, ἀλλ' ἁπλῶς πρὸς ἅπαντας ἀνθρώπους τοὺς πίστει καθάπαξ ἑαυτοὺς ἐπιδιδόντας. ὥστε τοῦτο μὲν ἀνακείσθω τὰ νῦν. τὸ δέ γε προκείμενον ἡμῖν οἶμαι μηδέν τι ἐνδεέστερον τῆς ἐπαγγελίας δεδεῖχθαι, ὅτι τοὺς πλουσίους οὐδένα τρόπον ὁ σωτὴρ κατ' αὐτόν γε τὸν πλοῦτον καὶ τὴν περιβολὴν τῆς κτήσεως ἀποκέκλεικεν οὐδ' αὐτοῖς ἀποτετάφρευκεν τὴν σωτηρίαν, εἴ γε δύναιντο καὶ βούλοιντο ὑποκύπτειν τοῦ θεοῦ ταῖς ἐντολαῖς καὶ τῶν προσκαίρων προτιμῷεν τὴν ἑαυτῶν ζωὴν καὶ βλέποιεν πρὸς τὸν κύριον ἀτενεῖ τῷ βλέμματι, καθάπερ εἰς ἀγαθοῦ κυβερνήτου νεῦμα δεδορκότες, τί βούλεται, τί προστάσσει, τί σημαίνει, τί δίδωσι τοῖς αὑτοῦ ναύταις [τὸ] σύνθημα, ποῦ καὶ πόθεν τὸν ὅρμον ἐπαγγέλλεται. τί γὰρ ἀδικεῖ τις, εἰ προσέχων τὴν γνώμην καὶ φειδόμενος πρὸ τῆς πίστεως βίον ἱκανὸν συνελέξατο; ἢ καὶ <τὸ> τούτου μᾶλλον ἀνέγκλητον, εἰ εὐθὺς ὑπὸ τοῦ θεοῦ τοῦ τὴν ψυχὴν νέμοντος εἰς οἶκον τοιούτων ἀνθρώπων εἰσῳκίσθη καὶ γένος ἀμφιλαφές, τοῖς χρήμασιν ἰσχῦον καὶ τῷ πλούτῳ κρατοῦν; εἰ γὰρ διὰ τὴν ἀκούσιον ἐν πλούτῳ γένεσιν ἀπελήλαται ζωῆς, ἀδικεῖται μᾶλλον ὑπὸ τοῦ γειναμένου θεοῦ, προσκαίρου μὲν ἡδυπαθείας κατηξιωμένος, ἀιδίου δὲ ζωῆς ἀπεστερημένος, τί δ' ὅλως πλοῦτον ἐχρῆν ἐκ γῆς ἀνατεῖλαί ποτε, εἰ χορηγὸς καὶ πρόξενός ἐστι θανάτου; ἀλλ' εἰ δύναταί τις ἐνδοτέρω τῶν ὑπαρχόντων κάμπτειν τῆς ἐξουσίας καὶ μέτρια φρονεῖν καὶ σωφρονεῖν καὶ θεὸν μόνον ζητεῖν καὶ θεὸν ἀναπνεῖν καὶ θεῷ συμπολιτεύεσθαι, πτωχὸς οὗτος παρέστηκε ταῖς ἐντολαῖς, ἐλεύθερος, ἀήττητος, ἄνοσος, ἄτρωτος ὑπὸ χρημάτων· εἰ δὲ μή, θᾶττον κάμηλος διὰ βελόνης εἰσελεύσεται ἢ ὁ τοιοῦτος πλούσιος ἐπὶ τὴν βασιλείαν τοῦ θεοῦ παρελεύσεται. σημαινέτω μὲν οὖν τι καὶ ὑψηλότερον ἡ κάμηλος διὰ στενῆς ὁδοῦ καὶ τεθλιμμένης φθάνουσα τὸν πλούσιον, ὅπερ ἐν τῇ περὶ ἀρχῶν καὶ θεολογίας ἐξηγήσει μυστήριον τοῦ σωτῆρος ὑπάρχει μαθεῖν·

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Quis dives salvetur
Traductions de cette œuvre
Salvation of the Rich Man Comparer
Welcher Reiche wird gerettet werden? (BKV) Comparer
Commentaires sur cette œuvre
Elucidations on the Salvation of the Rich Man
Introductory Note to Clement of Alexandria

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité