• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Origène († 253/54) Contra Celsum
Τόμος δεύτερος

30.

Παρέρριψε δ' ὁ Κέλσος καὶ τό· θεὸν δὲ καὶ θεοῦ υἱὸν οὐδεὶς ἐκ τοιούτων συμβόλων καὶ παρακουσμάτων οὐδ' ἐξ οὕτως ἀγεννῶν τεκμηρίων συνίστησιν. Ἐχρῆν δὲ αὐτὸν τὰ παρακούσματα ἐκθέμενον ἐλέγξαι καὶ τὰ ἀγεννῆ τεκμήρια λόγῳ παραστῆσαι· ἵν' εἴ τι πιθανὸν ἐδόκει λέγειν ὁ Χριστιανός, ἀγωνίσασθαι πρὸς αὐτὸ πειραθῇ καὶ ἀνατρέψαι τὸν λόγον. Ὅπερ δὲ εἶπε περὶ τοῦ Ἰησοῦ ἀπήντησε μὲν ὡς περὶ μεγάλου, οὐκ ἐβουλήθη δὲ ἰδεῖν ὅτι τοῦτ' ἀπήντησεν, ὡς ἡ ἐνάργεια παρίστησι περὶ τοῦ Ἰησοῦ. Ὡς γὰρ ὁ ἥλιος, φησί, πάντα τὰ ἄλλα φωτίζων πρῶτον αὑτὸν δεικνύει, οὕτως ἐχρῆν πεποιηκέναι τὸν υἱὸν τοῦ θεοῦ. Εἴποιμεν ἂν οὖν ὅτι καὶ πεποίηκεν· «Ἀνέτειλε» γὰρ «ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης» γέγονεν ἀρξάμενον ἀπὸ τῆς γενέσεως αὐτοῦ, εὐτρεπίζοντος τοῦ θεοῦ τῇ διδασκαλίᾳ αὐτοῦ τὰ ἔθνη, ἵν' ὑπὸ ἕνα γένηται τῶν Ῥωμαίων βασιλέα, καὶ μὴ διὰ τὸ προφάσει τῶν πολλῶν βασιλειῶν ἄμικτον τῶν ἐθνῶν πρὸς ἄλληλα χαλεπώτερον γένηται τοῖς ἀποστόλοις τοῦ Ἰησοῦ τὸ ποιῆσαι ὅπερ προσέταξεν αὐτοῖς ὁ Ἰησοῦς εἰπών· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη.» [Καὶ σαφές γε] ὅτι κατὰ τὴν Αὐγούστου βασιλείαν ὁ Ἰησοῦς γεγέννηται, τοῦ, ἵν' οὕτως ὀνομάσω, ὁμαλίσαντος διὰ μιᾶς βασιλείας τοὺς πολλοὺς τῶν ἐπὶ γῆς. Ἦν δ' ἂν ἐμπόδιον τοῦ νεμηθῆναι τὴν Ἰησοῦ διδασκαλίαν εἰς πᾶσαν τὴν οἰκουμένην τὸ πολλὰς εἶναι βασιλείας οὐ μόνον διὰ τὰ προειρημένα ἀλλὰ καὶ διὰ τὸ ἀναγκάζεσθαι στρατεύεσθαι καὶ ὑπὲρ τῶν πατρίδων πολεμεῖν τοὺς πανταχοῦ· ὅ τε ἐγίνετο πρὸ τῶν Αὐγούστου χρόνων καὶ ἔτι γε ἀνωτέρω, ὅτε γε χρεία ἦν ὡς Πελοποννησίων καὶ Ἀθηναίων εἶναι πόλεμον οὕτω καὶ ἑτέρων πρὸς ἑτέρους. Πῶς οὖν οἷόν τε ἦν τὴν εἰρηνικὴν ταύτην διδασκαλίαν καὶ μηδὲ ἐχθροὺς ἐπιτρέπουσαν ἀμύνεσθαι κρατῆσαι, εἰ μὴ τὰ τῆς οἰκουμένης τῇ Ἰησοῦ ἐπιδημίᾳ μετεβέβλητο πανταχοῦ ἐπὶ τὸ ἡμερώτερον;

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Contra Celsum
Traductions de cette œuvre
Gegen Celsus (BKV) Comparer
Origen Against Celsus Comparer
Commentaires sur cette œuvre
Elucidations - Against Celsus

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité