65.
Καὶ τί λέγω πᾶσιν; Οὐδὲ γὰρ αὐτοῖς τοῖς ἀποστόλοις καὶ τοῖς μαθηταῖς ἀεὶ συνῆν ἢ ἀεὶ ἐφαίνετο, μὴ δυναμένοις αὐτοῦ χωρῆσαι τὴν θεωρίαν διηνεκῶς. Λαμπροτέρα γὰρ τὴν οἰκονομίαν τελέσαντος ἡ θειότης ἦν αὐτοῦ, ἥντινα Κηφᾶς ὁ Πέτρος ὡσπερεὶ «ἀπαρχὴ» τῶν ἀποστόλων τυγχάνων δεδύνηται ἰδεῖν, καὶ μετ' αὐτὸν οἱ δώδεκα, τοῦ Ματθίου ἀντὶ τοῦ Ἰούδα καταταχθέντος, καὶ μετ' ἐκείνους «πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ»], «ἔπειτα ὤφθη Ἰακώβῳ, ἔπειτα τοῖς» ἑτέροις παρὰ τοὺς δώδεκα «ἀποστόλοις πᾶσι», τάχα τοῖς ἑβδομήκοντα, «ἔσχατον δὲ πάντων» Παύλῳ τῷ ὡσπερεὶ «ἐκτρώματι» καὶ ἐπισταμένῳ, πῶς ἔλεγεν· «Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη.» [Καὶ τάχα τὸ «ἐλαχιστοτέρῳ» ἴσον ἐστὶ τῷ «ἐκτρώματι». Ὥσπερ οὖν οὐκ ἄν τις εὐκόλως ἐγκαλέσαι τῷ Ἰησοῦ μὴ παραλαμβάνοντι πάντας τοὺς ἀποστόλους εἰς τὸ ὑψηλὸν ὄρος ἀλλὰ μόνους τοὺς προειρημένους τρεῖς, ἡνίκα ἔμελλε μεταμορφοῦσθαι καὶ τὴν λαμπρότητα δεικνύναι τῶν ἱματίων ἑαυτοῦ καὶ τὴν δόξαν Μωϋσέως καὶ Ἠλίου συλλαλούντων αὐτῷ, οὕτως οὖν οὐκ ἂν τοῖς ἀποστολικοῖς λόγοις μέμφοιτ' ἄν τις εὐλόγως εἰσάγουσιν ὦφθαι τὸν Ἰησοῦν μετὰ τὴν ἀνάστασιν οὐ πᾶσιν, ἀλλ' οἷς οἶδεν ἀνειληφόσιν ὀφθαλμοὺς χωροῦντας ἰδεῖν τὴν ἀνάστασιν αὐτοῦ.
Χρήσιμον δ' οἶμαι πρὸς ἀπολογίαν τῶν προκειμένων ἐστὶ καὶ τὸ οὕτως εἰρημένον περὶ αὐτοῦ· «Εἰς τοῦτο γὰρ Χριστὸς ἀπέθανε καὶ ἀνέστη, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.» Ὅρα γὰρ ἐν τούτοις ὅτι «ἀπέθανεν» Ἰησοῦς, «ἵνα νεκρῶν κυριεύσῃ», «καὶ ἀνέστη, ἵνα» μὴ μόνον «νεκρῶν» ἀλλὰ «καὶ ζώντων κυριεύσῃ». Καὶ οἶδέ γε ὁ ἀπόστολος νεκροὺς μέν, ὧν κυριεύει ὁ Χριστός, τοὺς οὕτως κατειλεγμένους ἐν τῇ πρὸς Κορινθίους προτέρᾳ· «Σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι», ζῶντας δὲ αὐτοὺς καὶ τοὺς ἀλλαγησομένους, ἑτέρους ὄντας τῶν ἐγερθησομένων νεκρῶν. Ἔχει δὲ καὶ περὶ τούτων ἡ λέξις οὕτως· «Καὶ ἡμεῖς ἀλλαγησόμεθα», ἑξῆς εἰρημένη τῷ «Οἱ νεκροὶ ἐγερθήσονται πρῶτον». Ἀλλὰ καὶ ἐν τῇ πρὸς Θεσσαλονικεῖς προτέρᾳ ἐν ἑτέραις λέξεσι τὴν αὐτὴν διαφορὰν παριστάς, φησὶν ἄλλους μὲν εἶναι τοὺς κοιμωμένους ἄλλους δὲ τοὺς ζῶντας λέγων· «Οὐ θέλομεν δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῶν κοιμωμένων, ἵνα μὴ λυπῆσθε ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη, οὕτως ὁ θεὸς καὶ τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ κυρίου οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας.»] Τὴν δὲ φανεῖσαν ἡμῖν εἰς τοὺς τόπους διήγησιν ἐξεθέμεθα ἐν οἷς ὑπηγορεύσαμεν ἐξηγητικοῖς τῆς πρὸς Θεσσαλονικεῖς προτέρας ἐπιστολῆς.