• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Origène († 253/54) Contra Celsum
Τόμος τέταρτος

15.

Τὸ δὲ καταβεβηκὸς εἰς ἀνθρώπους «ἐν μορφῇ θεοῦ» ὑπῆρχε καὶ διὰ φιλανθρωπίαν «ἑαυτὸν ἐκένωσεν», ἵνα χωρηθῆναι ὑπ' ἀνθρώπων δυνηθῇ. Οὐ δή που δ' ἐξ ἀγαθοῦ εἰς κακὸν γέγονεν αὐτῷ μεταβολή, «ἁμαρτίαν» γὰρ «οὐκ ἐποίησεν», οὐδ' ἐκ καλοῦ εἰς αἰσχρόν, οὐ γὰρ ἔγνω «ἁμαρτίαν», οὐδὲ ἐξ εὐδαιμονίας ἦλθεν εἰς κακοδαιμονίαν, ἀλλ' «ἑαυτὸν» μὲν «ἐταπείνωσεν» οὐδὲν δ' ἧττον μακάριος ἦν, καὶ ὅτε συμφερόντως τῷ γένει ἡμῶν ἑαυτὸν ἐταπείνου. Ἀλλ' οὐδὲ μεταβολή τις αὐτῷ γέγονεν ἐκ τοῦ ἀρίστου εἰς τὸ πονηρότατον· ποῦ γὰρ πονηρότατον τὸ χρηστὸν καὶ φιλάνθρωπον; Ἢ ὥρα λέγειν καὶ τὸν ἰατρὸν ὁρῶντα δεινὰ καὶ θιγγάνοντα ἀηδῶν, ἵνα τοὺς κάμνοντας ἰάσηται, ἐξ ἀγαθοῦ εἰς κακὸν ἢ ἐκ καλοῦ εἰς αἰσχρὸν ἢ ἐξ εὐδαιμονίας εἰς κακοδαιμονίαν ἔρχεσθαι. Καίτοι γε ὁ ἰατρὸς ὁρῶν τὰ δεινὰ καὶ θιγγάνων τῶν ἀηδῶν οὐ πάντως ἐκφεύγει τὸ τοῖς αὐτοῖς δύνασθαι περιπεσεῖν· ὁ δὲ «τὰ τραύματα» τῶν ψυχῶν ἡμῶν θεραπεύων διὰ τοῦ ἐν αὐτῷ λόγου θεοῦ αὐτὸς πάσης κακίας ἀπαράδεκτος ἦν. Εἰ δὲ καὶ σῶμα θνητὸν καὶ ψυχὴν ἀνθρωπίνην ἀναλαβὼν ὁ ἀθάνατος θεὸς λόγος δοκεῖ τῷ Κέλσῳ ἀλλάττεσθαι καὶ μεταπλάττεσθαι, μανθανέτω ὅτι «ὁ λόγος» τῇ οὐσίᾳ μένων λόγος οὐδὲν μὲν πάσχει ὧν πάσχει τὸ σῶμα ἢ ἡ ψυχή, συγκαταβαίνων δ' ἔσθ' ὅτε τῷ μὴ δυναμένῳ αὐτοῦ τὰς μαρμαρυγὰς καὶ τὴν λαμπρότητα τῆς θειότητος βλέπειν οἱονεὶ «σὰρξ» γίνεται, σωματικῶς λαλούμενος, ἕως ὁ τοιοῦτον αὐτὸν παραδεξάμενος κατὰ βραχὺ ὑπὸ τοῦ λόγου μετεωριζόμενος δυνηθῇ αὐτοῦ καὶ τήν, ἵν' οὕτως ὀνομάσω, προηγουμένην μορφὴν θεάσασθαι.

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Contra Celsum
Traductions de cette œuvre
Gegen Celsus (BKV) Comparer
Origen Against Celsus Comparer
Commentaires sur cette œuvre
Elucidations - Against Celsus

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité