• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Origène († 253/54) Contra Celsum
Τόμος τέταρτος

57.

Ὅρα οὖν εἰ δεῖ τῷ μετὰ τοιούτων δογμάτων κατηγοροῦντι Χριστιανῶν προσθέσθαι καταλείποντα λόγον, διαφορὰν διδόντα διὰ τὰς ἐπικειμένας ποιότητας τοῖς σώμασι καὶ περὶ τὰ σώματα. Ἴσμεν γὰρ καὶ ἡμεῖς ὅτι ἐστὶ «καὶ σώματα ἐπουράνια καὶ σώματα ἐπίγεια», καὶ ἄλλη μὲν «ἐπουρανίων» σωμάτων «δόξα» ἄλλη δὲ «ἐπιγείων», καὶ οὐδὲ τῶν «ἐπουρανίων» ἡ αὐτή· «ἄλλη» γὰρ «δόξα ἡλίου» «καὶ ἄλλη δόξα ἀστέρων», καὶ ἐν αὐτοῖς δὲ τοῖς ἄστροις «ἀστὴρ ἀστέρος διαφέρει ἐν δόξῃ». Διὸ καὶ τὴν ἀνάστασιν «τῶν νεκρῶν» ἀποδεχόμενοι μεταβολάς φαμεν γίνεσθαι ποιοτήτων τῶν ἐν σώμασιν· ἐπεὶ σπειρόμενά τινα αὐτῶν «ἐν φθορᾷ ἐγείρεται ἐν ἀφθαρσίᾳ», καὶ σπειρόμενα «ἐν ἀτιμίᾳ ἐγείρεται ἐν δόξῃ», καὶ σπειρόμενα «ἐν ἀσθενείᾳ ἐγείρεται ἐν δυνάμει», καὶ σπειρόμενα σώματα ψυχικὰ ἐγείρεται πνευματικά. Περὶ δὲ τοῦ τὴν ὑποκειμένην ὕλην δεκτικὴν εἶναι ποιοτήτων, ὧν ὁ δημιουργὸς βούλεται, πάντες οἱ πρόνοιαν παραδεξάμενοι κατασκευάζομεν· καὶ βουλομένου μὲν θεοῦ ποιότης τοιαδὶ νῦν ἐστι περὶ τήνδε τὴν ὕλην ἑξῆς δὲ τοιαδί, φέρ' εἰπεῖν, βελτίων καὶ διαφέρουσα.

Ἐπεὶ δὲ καὶ ὁδοί εἰσι τεταγμέναι τῶν ἐν σώμασι μεταβολῶν, ἐξ οὗ κόσμος ἐστὶ καὶ ἐς ὅσον ἐστίν, οὐκ οἶδα εἰ καινῆς διαδεξομένης ὁδοῦ καὶ ἀλλοίας μετὰ τὴν τοῦ κόσμου φθοράν, ἣν οἱ ἡμέτεροι λόγοι ὀνομάζουσι συντέλειαν, οὐ θαυμαστὸν εἰ ἐπὶ τοῦ παρόντος ἐξ ἀνθρώπου νεκροῦ μεταπλασσόμενος ὄφις, ὡς οἱ πολλοί φασι, γίνεται ἀπὸ τοῦ νωτιαίου μυελοῦ καὶ ἐκ βοὸς μέλισσα καὶ ἐξ ἵππου σφὴξ καὶ ἐξ ὄνου κάνθαρος καὶ ἁπαξαπλῶς ἐκ τῶν πλείστων σκώληκες. Οἴεται δὲ τοῦτο ὁ Κέλσος κατασκευαστικὸν εἶναι τοῦ μηδὲν τούτων ἔργον εἶναι θεοῦ, ἀλλὰ τὰς ποιότητας, οὐκ οἶδ' ὁπόθεν οὕτω τεταγμένας ἐκ τῶνδε τάσδε γίνεσθαι, οὐχὶ θείου τινὸς λόγου ἔργον εἶναι, τὰς ἐν τῇ ὕλῃ ποιότητας ἀμείβοντος.

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Contra Celsum
Traductions de cette œuvre
Gegen Celsus (BKV) Comparer
Origen Against Celsus Comparer
Commentaires sur cette œuvre
Elucidations - Against Celsus

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité