• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Origène († 253/54) Contra Celsum
Τόμος τέταρτος

95.

Τὸ δ' ἀληθῶς θεῖον εἰς τὴν περὶ τῶν μελλόντων γνῶσιν οὔτε τοῖς ἀλόγοις χρῆται ζῴοις οὔτε τοῖς τυχοῦσι τῶν ἀνθρώπων ἀλλὰ ψυχαῖς ἀνθρώπων ἱερωτάταις καὶ καθαρωτάταις, ἅστινας θεοφορεῖ καὶ προφήτας ποιεῖ. Διόπερ εἴ τι ἄλλο θαυμασίως εἴρηται ἐν τῷ Μωϋσέως νόμῳ, καὶ τὰ τοιαῦτα ἐν τοῖς τοιούτοις κατατακτέον· «Οὐκ οἰωνιεῖσθε οὐδ' ὀρνιθοσκοπήσετε», καὶ ἀλλαχοῦ· «Τὰ γὰρ ἔθνη, οὓς κύριος ὁ θεός σου ἐξολοθρεύσει ἀπὸ προσώπου σου, οὗτοι κληδόνων καὶ μαντειῶν ἀκούσονται· σοὶ δὲ οὐχ οὕτως ἔδωκε κύριος ὁ θεός σου» εἶθ' ἑξῆς φησι· «Προφήτην ἀναστήσει σοι κύριος ὁ θεός σου ἐκ τῶν ἀδελφῶν σου.» Βουληθεὶς δέ ποτε ὁ θεὸς δι' οἰωνοσκόπου ἀποτρέψαι ἀπὸ τῆς οἰωνιστικῆς πεποίηκε πνεῦμα ἐν τῷ οἰωνοσκόπῳ εἰπεῖν· «Οὐ γάρ ἐστιν οἰωνισμὸς ἐν Ἰακώβ, οὐδὲ μαντεία ἐν Ἰσραήλ· κατὰ καιρὸν ῥηθήσεται τῷ Ἰακὼβ καὶ τῷ Ἰσραήλ, τί ἐπιτελέσει ὁ θεός.» Ταῦτα δὴ γινώσκοντες ἡμεῖς καὶ τὰ τούτοις παραπλήσια τηρεῖν βουλόμεθα μυστικῶς εἰρημένην ἐντολὴν τήν· «Πάσῃ φυλακῇ τήρει σὴν καρδίαν»· ἵνα μὴ ἐπιβῇ τι τῶν δαιμονίων τῷ ἡγεμονικῷ ἡμῶν, ἢ πνεῦμά τι τῶν ἐναντίων πρὸς ἃ βούλεται τρέψῃ τὸ φανταστικὸν ἡμῶν. Εὐχόμεθα δὲ λάμψαι «ἐν ταῖς καρδίαις ἡμῶν» τὸν «φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ», ἐπιδημοῦντος ἡμῶν τῷ φανταστικῷ πνεύματος θεοῦ καὶ φαντάζοντος ἡμᾶς τὰ τοῦ θεοῦ· ἐπεὶ «Ὅσοι πνεύματι θεοῦ ἄγονται, οὗτοι υἱοί εἰσι θεοῦ».

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Contra Celsum
Traductions de cette œuvre
Gegen Celsus (BKV) Comparer
Origen Against Celsus Comparer
Commentaires sur cette œuvre
Elucidations - Against Celsus

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité