• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Origène († 253/54) Contra Celsum
Τόμος πέμπτος

7.

Ἀλλὰ καὶ ἑαυτῷ λαβών, ὡς ἄρα θεὸν νομίζουσι τὸν οὐρανὸν Ἰουδαῖοι, τούτῳ ὡς ἄτοπον ἐπιφέρει, ἐγκαλῶν τοῖς προσκυνοῦσι μὲν τὸν οὐρανὸν οὐχὶ δὲ καὶ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας, ὅτι τοῦτο ποιοῦσιν Ἰουδαῖοι ὡς ἐνδεχόμενον τὸ μὲν ὅλον εἶναι <θεόν>, τὰ μέρη δ' αὐτοῦ μὴ θεῖα· καὶ ὅλον μὲν ἔοικε λέγειν τὸν οὐρανὸν μέρη δ' αὐτοῦ ἥλιον καὶ σελήνην καὶ ἀστέρας. Οὐ λέγουσι μὲν οὖν σαφῶς οὔτε Ἰουδαῖοι οὔτε Χριστιανοὶ τὸν οὐρανὸν θεόν. Ἀλλὰ δεδόσθω κατ' αὐτὸν λέγεσθαι ὑπὸ Ἰουδαίων θεὸν εἶναι τὸν οὐρανόν, ἔστω δὲ καὶ μέρη τοῦ οὐρανοῦ ἥλιος καὶ σελήνη καὶ ἀστέρες – ὅπερ οὐ πάντως ἐστὶν ἀληθές, οὐδὲ γὰρ τὰ ἐπὶ γῆς ζῷα καὶ φυτὰ μέρη γῆς – · πόθεν δὴ καὶ καθ' Ἕλληνας ἀληθὲς ὅτι, ἐὰν ὅλον τι θεὸς ᾖ, ἤδη καὶ τὰ μέρη αὐτοῦ ἐστι θεῖα; Σαφῶς δὴ τὸν ὅλον κόσμον λέγουσιν εἶναι θεόν, Στωϊκοὶ μὲν τὸν πρῶτον οἱ δ' ἀπὸ Πλάτωνος τὸν δεύτερον τινὲς δ' αὐτῶν τὸν τρίτον. Ἆρ' οὖν κατὰ τοὺς τοιούτους, ἐπεὶ τὸ ὅλον ὁ κόσμος θεός ἐστιν, ἤδη καὶ τὰ μέρη αὐτοῦ θεῖα· ὡς εἶναι θεῖα οὐ μόνον ἀνθρώπους ἀλλὰ καὶ πάντα τὰ ἄλογα ζῷα, μέρη ὄντα τοῦ κόσμου, πρὸς δὲ τούτοις καὶ τὰ φυτά; Εἰ δὲ μέρη τοῦ κόσμου καὶ τὰ ὄρη καὶ οἱ ποταμοὶ καὶ αἱ θάλασσαι, ἆρ' ἐπεὶ ὅλος ὁ κόσμος θεός ἐστιν, ἤδη καὶ οἱ ποταμοὶ καὶ αἱ θάλασσαι θεοί εἰσιν; Ἀλλ' οὐδὲ τοῦτο φήσουσιν Ἕλληνες· τοὺς δ' ἐπιστατοῦντας εἰ ἄρα δαίμονας – ἢ θεούς, ὡς ἐκεῖνοι ὀνομάζουσι – ποταμοῖς καὶ θαλάσσαις, τούτους ἂν λέγοιεν θεούς· καὶ τὸ καθολικὸν Κέλσου γίνεται καὶ καθ' Ἕλληνας, τοὺς τὴν πρόνοιαν εἰσάγοντας, ψεῦδος, ὅτι ἐάν τι ὅλον ᾖ θεός, πάντως τὰ μέρη τούτου ἐστὶ θεῖα. Ἀκολουθεῖ δὲ τῷ Κέλσου λόγῳ, ἐὰν θεὸς ᾖ ὁ κόσμος, πάντα τὰ ἐν αὐτῷ εἶναι θεῖα, μέρη ὄντα τοῦ κόσμου. Καὶ κατὰ τοῦτο θεῖα ἔσται ζῷα μυῖαι καὶ σκνίφες καὶ σκώληκες καὶ πᾶν τὸ τῶν ὄφεων εἶδος ἀλλὰ καὶ τὸ τῶν ὀρνέων καὶ τὸ τῶν ἰχθύων· ἅπερ οὐδ' οἱ λέγοντες θεὸν εἶναι τὸν κόσμον φήσουσιν. Οἱ <δὲ> κατὰ τὸν τοῦ Μωϋσέως νόμον βιοῦντες Ἰουδαῖοι, κἂν μηδὲν εἰδῶσιν ἐκδέχεσθαι κεκρυμμένως εἰρημένον τοῦ νόμου βούλημα καὶ ἀπόῤῥητόν τι ἐμφαῖνον, οὔτε τὸν οὐρανὸν φήσουσιν εἶναι θεὸν οὔτε τοὺς ἀγγέλους.

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Contra Celsum
Traductions de cette œuvre
Gegen Celsus (BKV) Comparer
Origen Against Celsus Comparer
Commentaires sur cette œuvre
Elucidations - Against Celsus

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité