• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Origène († 253/54) Contra Celsum
Τόμος πέμπτος

18.

Ἐπεὶ δ' ἐπὶ πλέον κεκωμῴδηκε τὴν κεκηρυγμένην μὲν τῆς σαρκὸς ἀνάστασιν ἐν ταῖς ἐκκλησίαις ὑπὸ δὲ τῶν συνετωτέρων τρανότερον νενοημένην, καὶ οὐ χρὴ αὖθις ἐκτίθεσθαι τὴν λέξιν αὐτοῦ ἅπαξ προειρημένην· φέρε καὶ περὶ τοῦ προβλήματος τούτου, ὡς ἐν τῇ πρὸς ἀλλότριον τῆς πίστεως ἀπολογίᾳ γραφομένῃ διὰ τοὺς ἔτι νηπίους καὶ κλυδωνιζομένους καὶ περιφερομένους «παντὶ ἀνέμῳ διδασκαλίας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, πρὸς τὴν μεθοδίαν τῆς πλάνης», ὀλίγα ἐστοχασμένως τῶν ἐντευξομένων κατὰ τὸ δυνατὸν ἡμῖν ἐκθώμεθα καὶ παραστήσωμεν. Οὔτε μὲν οὖν ἡμεῖς οὔτε τὰ θεῖα γράμματα αὐταῖς φησι σαρξί, μηδεμίαν μεταβολὴν ἀνειληφυίαις τὴν ἐπὶ τὸ βέλτιον, ζήσεσθαι τοὺς πάλαι ἀποθανόντας, ἀπὸ τῆς γῆς ἀναδύντας· ὁ δὲ Κέλσος ἡμᾶς συκοφαντεῖ ταῦτα λέγων. Ἀκούομεν γὰρ καὶ πολλῶν γραφῶν περὶ ἀναστάσεως ἀξίως θεοῦ λεγουσῶν, ἀρκεῖ δ' ἐπὶ τοῦ παρόντος τὴν Παύλου παραθέσθαι ἀπὸ τῆς πρὸς Κορινθίους προτέρας λέξιν, φάσκοντος· «Ἀλλ' ἐρεῖ τις· Πῶς ἐγείρονται οἱ νεκροί; Ποίῳ δὲ σώματι ἔρχονται; Ἄφρον, σὺ ὃ σπείρεις οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ· καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις ἀλλὰ γυμνὸν κόκκον, εἰ τύχοι, σίτου ἤ τινος τῶν λοιπῶν· ὁ δὲ θεὸς δίδωσιν αὐτῷ σῶμα, καθὼς ἠθέλησε, καὶ ἑκάστῳ τῶν σπερμάτων ἴδιον σῶμα.» Ὅρα γὰρ τίνα τρόπον ἐν τούτοις «οὐ τὸ γενησόμενον σῶμά» φησι σπείρεσθαι, ἀλλ' ἀπὸ τοῦ σπειρομένου καὶ γυμνοῦ βαλλομένου ἐπὶ τὴν γῆν λέγει διδόντος τοῦ θεοῦ «ἑκάστῳ τῶν σπερμάτων ἴδιον σῶμα» οἱονεὶ ἀνάστασιν γίνεσθαι, ἀπὸ τοῦ καταβεβλημένου σπέρματος ἐγειρομένου στάχυος ἐν τοῖς τοιοῖσδε, <δένδρου δὲ ἐν τοῖς τοιοῖσδε> οἱονεὶ ἐν νάπυϊ, ἢ ἔτι μείζονος δένδρου ἐν ἐλαίας πυρῆνι ἤ τινι τῶν ἀκροδρύων.

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Contra Celsum
Traductions de cette œuvre
Gegen Celsus (BKV) Comparer
Origen Against Celsus Comparer
Commentaires sur cette œuvre
Elucidations - Against Celsus

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité