• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Origène († 253/54) Contra Celsum
Τόμος πέμπτος

32.

Καὶ διὰ τούτου μανθανέτωσαν οἱ δυνάμενοι τὰ τηλικαῦτα βλέπειν ὅτι πολλῷ δυνατώτερος ὁ λαχὼν τοὺς πρότερον μὴ ἡμαρτηκότας τῶν λοιπῶν ἐστιν· ἐπεὶ δεδύνηται ἀπὸ τῆς πάντων μερίδος ἐπιλέκτους λαβὼν ἀποστῆσαι μὲν αὐτοὺς τῶν ἐπὶ κολάσει παρειληφότων, προσαγαγεῖν δὲ νόμοις καὶ βίῳ συμβαλλομένῳ εἰς ἀμνηστίαν τῶν προημαρτημένων αὐτοῖς. Ἀλλ' ὡς προείπομεν, ταῦτα ἡμῖν ἐπικεκρυμμένως λελέχθω, παριστᾶσιν ὧν παρήκουσαν οἱ φήσαντες τὰ μέρη τῆς γῆς ἐξ ἀρχῆς ἄλλα ἄλλοις ἐπόπταις νενεμημένα, κατά τινας ἐπικρατείας διειλημμένα, ταύτῃ διοικεῖσθαι· ἀφ' ὧν καὶ ὁ Κέλσος λαβὼν τὰς ἐκκειμένας εἶπε λέξεις.

Ἐπεὶ δ' οἱ κινήσαντες «ἀπ' ἀνατολῶν» δι' ἃ ἥμαρτον παρεδόθησαν «εἰς ἀδόκιμον νοῦν» καὶ «εἰς πάθη ἀτιμίας» καὶ «ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν», ἵνα κορεσθέντες τῆς ἁμαρτίας μισήσωσιν αὐτήν, οὐχ ὑποκεισόμεθα τῷ Κέλσου ἀρέσκοντι φάσκοντος διὰ τοὺς νενεμημένους ἐπόπτας τοῖς μέρεσι τῆς γῆς τὰ παρ' ἑκάστοις ὀρθῶς πράττεσθαι, ἀλλὰ καὶ βουλόμεθα οὐχ ὅπῃ ᾖ ἐκείνοις φίλον ποιεῖν τὰ παρ' ἐκείνων. Ὁρῶμεν γὰρ ὅτι ὅσιον μὲν τὰ ἐξ ἀρχῆς κατὰ τόπους νενομισμένα λύειν ἐστὶ νόμοις κρείττοσι καὶ θειοτέροις, οἷς ὡς δυνατώτατος ἔθετο Ἰησοῦς, ἐξελόμενος «ἡμᾶς ἀπὸ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ» καὶ «τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων»· ἀνόσιον δὲ τὸ μὴ ἐπιῤῥῖψαι αὑτὸν τῷ πάντων ἀρχόντων φανέντι καὶ ἀποδειχθέντι καθαρωτέρῳ καὶ δυνατωτέρῳ, πρὸς ὃν εἶπεν ὁ θεός, ὡς οἱ προφῆται πρὸ πολλῶν προεῖπον γενεῶν· «Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Καὶ γὰρ «αὐτὸς» γέγονε «προσδοκία» ἡμῶν, τῶν ἀπὸ «ἐθνῶν» πιστευσάντων εἰς αὐτὸν καὶ τὸν ἐπὶ πᾶσι θεὸν πατέρα αὐτοῦ.]

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Contra Celsum
Traductions de cette œuvre
Gegen Celsus (BKV) Comparer
Origen Against Celsus Comparer
Commentaires sur cette œuvre
Elucidations - Against Celsus

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité