• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Origène († 253/54) Contra Celsum
Τόμος πέμπτος

36.

Οἷος δὲ καὶ ὁ τοῦ Ἡροδότου ἐστὶν Ἄμμων, οὗ τὰς λέξεις ὁ Κέλσος παρείληφεν, ὡς εἰς ἀπόδειξιν περὶ τοῦ δεῖν ἕκαστον τὰ πάτρια τηρεῖν; Ὁ γὰρ Ἄμμων αὐτῶν τοῖς τῶν ἀπὸ Μαρέης πόλεως καὶ Ἄπιος οἰκοῦσι τὰ πρόσουρα τῇ Λιβύῃ οὐκ ἐᾷ ἀδιαφορεῖν πρὸς τὴν χρῆσιν τῶν θηλέων βοῶν· ὅπερ πρᾶγμα οὐ μόνον τῇ φύσει ἑαυτοῦ ἀδιάφορόν ἐστιν, ἀλλὰ καὶ οὐ κωλύει καλὸν καὶ ἀγαθὸν εἶναί τινα. Καὶ εἰ μὲν ὁ Ἄμμων αὐτῶν ἀπηγόρευε τὴν χρῆσιν τῶν θηλειῶν βοῶν διὰ τὸ εἰς γεωργίαν τοῦ ζῴου χρήσιμον καὶ πρὸς τούτῳ διὰ τὸ διὰ τῶν θηλέων μάλιστα αὔξειν τὸ γένος αὐτῶν, τάχα ἂν εἶχε πιθανότητα ὁ λόγος· νυνὶ δὲ ἅπαξ βούλεται αὐτοὺς <ὡς> ἐμπίνοντας τοῦ Νείλου δεῖν τηρεῖν τοὺς Αἰγυπτίων περὶ θηλειῶν βοῶν νόμους. Καὶ ἐπὶ τούτῳ γε τωθάζων ὁ Κέλσος τοὺς παρὰ Ἰουδαίοις ἀγγέλους πρεσβεύοντας τὰ τοῦ θεοῦ οὐ κακίονα ἔφησεν εἶναι τὸν Ἄμμωνα πρὸς τὸ διαπρεσβεῦσαι τὰ δαιμόνια ἢ οἱ Ἰουδαίων ἄγγελοι· ὧν οὐκ ἐξήτασε τοὺς λόγους καὶ τὰς ἐπιφανείας, τί βούλονται. Ἑωράκει γὰρ ἂν ὅτι οὐ «τῶν βοῶν μέλει τῷ θεῷ», ἔνθα καὶ δοκεῖ περὶ βοῶν ἢ ἀλόγων ζῴων νομοθετεῖν, ἀλλὰ τὰ δι' ἀνθρώπους γραφέντα ἐν προσχήματι τῷ περὶ ἀλόγων ζῴων φυσιολογίαν τινὰ περιέχει.

Κέλσος μὲν οὖν οὐδὲν ἄδικόν φησι ποιεῖν ἕκαστον, τὰ σφέτερα νόμιμα θρησκεύειν ἐθέλοντα· καὶ ἀκολουθεῖ κατ' αὐτὸν μηδὲν ἄδικον ποιεῖν Σκύθας, ἐπεὶ κατὰ τὰ πάτρια δαίνυνται ἀνθρώπους. Καὶ Ἰνδῶν δὲ οἱ τοὺς πατέρας ἐσθίοντες ὅσια δρᾶν νομίζουσι, καὶ κατὰ τὸν Κέλσον, ἢ οὐκ ἄδικά γε. Ἐκτίθεται γοῦν Ἡροδότου λέξιν συναγορεύουσαν τὸ ἕκαστον τοῖς πατρίοις νόμοις καθηκόντως χρῆσθαι, καὶ ἔοικεν ἀποδεχομένῳ τοὺς ἐπὶ Δαρείου Καλλατίας καλουμένους Ἰνδοὺς τοὺς γονεῖς κατεσθίοντας, ἐπεὶ πρὸς τὸν Δαρεῖον πυνθανόμενον, ἐπὶ πόσῳ χρήματι ἀποθέσθαι τοῦτον τὸν νόμον βούλονται, ἀναβοήσαντες μέγα εὐφημεῖν αὐτὸν ἐκέλευον.

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Contra Celsum
Traductions de cette œuvre
Gegen Celsus (BKV) Comparer
Origen Against Celsus Comparer
Commentaires sur cette œuvre
Elucidations - Against Celsus

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité