• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Origène († 253/54) Contra Celsum
Τόμος πέμπτος

38.

Βούλομαι δὲ παραστῆσαι, τίνα τρόπον οὐκ εὐλόγως ὁ Κέλσος φησὶν ἕκαστον τὰ οἰκεῖα καὶ πάτρια σέβειν. Φησὶ γὰρ οὗτος τοὺς οἰκοῦντας τὴν Μερόην Αἰθίοπας δύο μόνους εἰδέναι θεούς, Δία καὶ Διόνυσον, καὶ αὐτοὺς μόνους σέβειν, τοὺς δ' Ἀραβίους καὶ αὐτοὺς δύο μόνους, Διόνυσον μὲν ὡς καὶ Αἰθίοπες, Οὐρανίαν δὲ ἰδίαν. <Καὶ> κατὰ τὴν ἱστορίαν αὐτοῦ οὔτ' Αἰθίοπες Οὐρανίαν σέβουσιν οὔτε Ἀράβιοι Δία. Ἆρ' οὖν ἐάν τις Αἰθιόπων, ἔκ τινος περιστάσεως γενόμενος παρὰ τοῖς Ἀραβίοις, ἀσεβὴς εἶναι νομισθῇ ὡς τὴν Οὐρανίαν οὐ σέβων καὶ παρὰ τοῦτο τὴν ἐπὶ θανάτῳ κινδυνεύῃ, καθήξει τῷ Αἰθίοπι ἀποθανεῖν ἢ παρὰ τὰ πάτρια ποιεῖν καὶ προσκυνεῖν τὴν Οὐρανίαν; Εἰ μὲν γὰρ παρὰ τὰ πάτρια ποιεῖν αὐτὸν καθήξει, οὐχ ὅσιον ποιήσει ὅσον ἐπὶ τοῖς τοῦ Κέλσου λόγοις· εἰ δὲ τὴν ἐπὶ θανάτῳ ἀπαχθείη, παραστησάτω τὸ εὔλογον τοῦ αἱρεῖσθαι θάνατον, οὐκ οἶδα εἰ τοῦ Αἰθιόπων λόγου φιλοσοφεῖν διδάσκοντος περὶ ψυχῆς ἀθανασίας καὶ τιμῆς τῆς ἐπὶ εὐσεβείᾳ, εἰ <κατὰ> τοὺς πατρίους νόμους σέβοιεν νομιζομένους θεούς. Τὸ δ' ὅμοιον ἔστιν εἰπεῖν καὶ περὶ Ἀραβίων, ἔκ τινος περιστάσεως ἐπιδημησάντων Αἰθίοψι τοῖς περὶ Μερόην. Καὶ οὗτοι γὰρ μόνους διδαχθέντες σέβειν Οὐρανίαν καὶ Διόνυσον οὐ προσκυνήσουσι τὸν Δία μετὰ τῶν Αἰθιόπων· καὶ ἀσεβεῖν νομισθέντες εἰ τὴν ἐπὶ θανάτῳ ἀπάγοιντο, τί ἂν εὐλόγως ποιήσαιεν, λεγέτω ὁ Κέλσος.

Τοὺς δὲ περὶ Ὄσιριν καὶ Ἶσιν μύθους περισσόν ἐστιν ἡμῖν νῦν καταλέγειν καὶ οὐκ εὔκαιρον. Κἂν τροπολογῶνται δὲ οἱ μῦθοι, τὸ ἄψυχον ἡμᾶς ὕδωρ σέβειν διδάξουσι καὶ τὴν ὑποκειμένην ἀνθρώποις καὶ πᾶσι ζῴοις γῆν. Οὕτω γὰρ οἶμαι μεταλαμβάνουσι τὸν μὲν Ὄσιριν εἰς ὕδωρ τὴν δὲ Ἶσιν εἰς γῆν. Περὶ δὲ Σαράπιδος πολλὴ καὶ διάφωνος ἱστορία, χθὲς καὶ πρώην εἰς μέσον ἐλθόντος κατά τινας μαγγανείας τοῦ βουληθέντος Πτολεμαίου οἱονεὶ ἐπιφανῆ δεῖξαι τοῖς ἐν Ἀλεξανδρείᾳ θεόν. Ἀνέγνωμεν δὲ παρὰ Νουμηνίῳ τῷ Πυθαγορείῳ περὶ τῆς κατασκευῆς αὐτοῦ, ὡς ἄρα πάντων τῶν ὑπὸ φύσεως διοικουμένων μετέχει οὐσίας ζῴων καὶ φυτῶν· ἵνα δόξῃ μετὰ τῶν ἀτελέστων τελετῶν καὶ τῶν καλουσῶν δαίμονας μαγγανειῶν οὐχ ὑπὸ ἀγαλματοποιῶν μόνων κατασκευάζεσθαι θεὸς ἀλλὰ καὶ ὑπὸ μάγων καὶ φαρμακῶν καὶ τῶν ἐπῳδαῖς αὐτῶν κηλουμένων δαιμόνων.

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Contra Celsum
Traductions de cette œuvre
Gegen Celsus (BKV) Comparer
Origen Against Celsus Comparer
Commentaires sur cette œuvre
Elucidations - Against Celsus

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité