9.
Καὶ ἄλλην δὲ τοῦ Πλάτωνος λέξιν ἐκτίθεται ὁ Κέλσος οὕτως ἔχουσαν· «Ἔτι δὲ μακρότερα περὶ αὐτῶν ἐν νῷ μοι γέγονεν εἰπεῖν· τάχα γὰρ ἂν ὧν πέρι λέγω σαφέστερον ἂν εἴη τι λεχθέντων αὐτῶν· ἔστι γάρ τις λόγος ἀληθής, ἐναντίος τῷ τολμήσαντι γράφειν τῶν τοιούτων <καὶ> ὁτιοῦν, πολλάκις μὲν ὑπ' ἐμοῦ καὶ πρότερον λεχθείς, ἔοικε δ' οὖν εἶναι καὶ νῦν λεκτέος. Ἔστι τῶν ὄντων ἑκάστῳ, δι' ὧν τὴν ἐπιστήμην ἀνάγκη παραγίνεσθαι, τρία, τέταρτον δὲ αὕτη, πέμπτον δὲ αὐτὸ τιθέναι δεῖ, ὃ δὴ γνωστόν τε καὶ ἀληθῶς ἐστιν ὄν· ἓν μὲν ὄνομα, δεύτερον δὲ λόγος, τὸ δὲ τρίτον εἴδωλον, τὸ τέταρτον δὲ ἐπιστήμη.» Καὶ κατὰ ταῦτα δὲ εἴποιμεν ἂν ὅτι «φωνὴ μὲν βοῶντος ἐν τῇ ἐρήμῳ» εἰσῆκται ὁ Ἰωάννης πρὸ τοῦ Ἰησοῦ ἀνάλογον τῷ παρὰ Πλάτωνι ὀνόματι, δεύτερος δὲ μετὰ τὸν Ἰωάννην δεικνύμενος ὑπ' αὐτοῦ ὁ Ἰησοῦς, ᾧ ἐφαρμόζει τὸ «ὁ λόγος σὰρξ ἐγένετο», ἀνάλογον ὂν τῷ παρὰ Πλάτωνι λόγῳ. Πλάτων μὲν οὖν τὸ τρίτον φησὶν εἴδωλον. Ἡμεῖς δὲ τὸ ὄνομα τοῦ εἰδώλου ἐπ' ἄλλου τάττοντες τρανότερον φήσομεν ἐν τῇ ψυχῇ γινόμενον μετὰ τὸν λόγον τῶν τραυμάτων τύπον, τοῦτον εἶναι τὸν ἐν ἑκάστῳ Χριστὸν ἀπὸ Χριστοῦ λόγου. Εἰ δὲ καὶ ἀνάλογόν ἐστι τῷ τετάρτῳ ὄντι ἐπιστήμη ἡ «ἐν τοῖς» καθ' ἡμᾶς «τελείοις» σοφία ὁ Χριστός, ἐπιστήσει ὁ δυνάμενος.