• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Origène († 253/54) Contra Celsum
Τόμος ἕκτος

18.

Ταῦτα δ' ἡγησάμην βραχέα ἀπὸ πλείστων ὅσων τῶν περὶ θεοῦ τοῖς ἱεροῖς ἀνδράσι νενοημένων παραθέσθαι, δεικνὺς ὅτι τῶν θαυμασθέντων ὑπὸ Κέλσου πλατωνικῶν λόγων ἔχει τι σεμνότερον τοῖς ἔχουσιν ὀφθαλμούς, βλέπειν τὰ σεμνὰ τῶν γραφῶν δυναμένους, τὰ ἱερὰ τῶν προφητῶν γράμματα. Ἔχει δ' ἡ Πλάτωνος λέξις, ἣν ὁ Κέλσος ἐξέθετο, τοῦτον τὸν τρόπον· «Περὶ τὸν πάντων βασιλέα πάντ' ἐστί, καὶ ἐκείνου ἕνεκα πάντα, καὶ ἐκεῖνο αἴτιον ἁπάντων καλῶν. Δεύτερον δὲ περὶ τὰ δεύτερα, καὶ τρίτον περὶ τὰ τρίτα. Ἡ οὖν ἀνθρωπίνη ψυχὴ περὶ αὐτὰ ὀρέγεται μαθεῖν, ποῖα ἄττα ἐστί, βλέπουσα εἰς τὰ αὑτῆς συγγενῆ, ὧν οὐδὲν ἱκανῶς ἔχει. Τοῦ δὴ βασιλέως πέρι καὶ ὧν εἶπον, οὐδέν ἐστι τοιοῦτον.» Ἐδυνάμην δὲ παραθέσθαι τὰ περὶ τῶν παρ' Ἑβραίοις καλουμένων «σεραφίμ», ἀναγεγραμμένων ἐν τῷ Ἡσαΐᾳ, καλυπτόντων «τὸ πρόσωπον» καὶ «τοὺς πόδας» τοῦ θεοῦ, καὶ τὰ περὶ τῶν ὀνομαζομένων «χερουβίμ», ἃ διέγραψεν ὁ Ἰεζεκιήλ, καὶ τῶν ὡσανεὶ σχημάτων αὐτῶν, καὶ τίνα τρόπον ὀχεῖσθαι λέγεται ἐπὶ τῶν χερουβὶμ ὁ θεός· ἀλλ' ἐπεὶ πάνυ κεκρυμμένως εἴρηται διὰ τοὺς ἀναξίους καὶ ἀσέμνους, μὴ δυναμένους παρακολουθῆσαι μεγαλονοίᾳ καὶ σεμνότητι θεολογίας, οὐχ ἡγησάμην πρέπον εἶναι ἐν τῷ συγγράμματι τούτῳ περὶ αὐτῶν διαλεχθῆναι.

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Contra Celsum
Traductions de cette œuvre
Gegen Celsus (BKV) Comparer
Origen Against Celsus Comparer
Commentaires sur cette œuvre
Elucidations - Against Celsus

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité