• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Origène († 253/54) Contra Celsum
Τόμος ἕκτος

23.

Εἰ δέ τις βούλοιτο μὴ ἀφ' ἧς παρέθετο αἱρέσεως ἀσημοτάτης ἀλλὰ ἀπὸ βιβλίων πῇ μὲν ἰουδαϊκῶν καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν ἀναγινωσκομένων, ἅπερ Χριστιανοὶ προσίενται, πῇ δὲ Χριστιανῶν μόνων λαβεῖν ἀφορμὰς τῆς μυστικωτέρας περὶ εἰσόδου ψυχῶν εἰς τὰ θεῖα θεωρίας, ἀναγνώτω τὰ ἐπὶ τέλει τῆς τοῦ Ἰεζεκιὴλ προφητείας ἑωραμένα τῷ προφήτῃ, ἐν οἷς διάφοροι πύλαι καταγεγραμμέναι εἰσίν, αἰνισσόμεναί τινα περὶ τῆς διαφόρου εἰσόδου τῶν θειοτέρων ψυχῶν ἐπὶ τὰ κρείττονα· ἀναγνώτω δὲ καὶ ἐκ τῆς Ἰωάννου Ἀποκαλύψεως τὰ περὶ τῆς πόλεως τοῦ θεοῦ Ἱερουσαλὴμ ἐπουρανίου καὶ τῶν θεμελίων καὶ τῶν πυλῶν αὐτῆς. Εἰ δὲ δύναται διὰ συμβόλων καὶ τὴν ὁδὸν δεδηλωμένην τῶν ὁδευσόντων ἐπὶ τὰ θεῖα μαθεῖν, ἀναγνώτω τοὺς ἐπιγεγραμμένους Ἀριθμοὺς Μωϋσέως καὶ ζητησάτω τὸν δυνάμενον αὐτὸν μυσταγωγῆσαι ἐπὶ τὰ περὶ τῶν παρεμβολῶν τῶν υἱῶν Ἰσραὴλ ἀναγεγραμμένα, ποῖαι μὲν κατὰ τὰ ἀνατολικὰ τεταγμέναι εἰσὶ μέρη ὡς πρῶται, ποῖαι δὲ ἐπὶ τὰ κατὰ λίβα <ἢ> κατὰ νότον, καὶ τίνες αἱ κατὰ θάλασσαν, καὶ τίνες αἱ τελευταῖαι κατὰ βοῤῥᾶν. Ὄψεται γὰρ θεωρήματα οὐκ εὐκαταφρόνητα ἐν τοῖς τόποις οὐδ' ὡς Κέλσος οἴεται, μωρῶν τινων ἀκροατῶν καὶ ἀνδραπόδων δεόμενα· διαλήψεται γὰρ τίνες ἐν αὐτοῖς, καὶ <τίνα> τὰ περὶ τῆς φύσεως τῶν κατειλεγμένων ἐν αὐτοῖς ἀριθμῶν καὶ ἐφαρμοσθέντων ἑκάστῃ φυλῇ, περὶ ὧν νῦν ἡμῖν ἐκθέσθαι ἔδοξεν οὐκ εὔκαιρον εἶναι.

Ἴστω δὲ Κέλσος καὶ οἱ ἐντυγχάνοντες αὐτοῦ τῷ βιβλίῳ ὅτι οὐδαμοῦ τῶν γνησίων καὶ θείων πεπιστευμένων γραφῶν ἑπτὰ εἴρηνται οὐρανοί· οὔτ' ἀπὸ Περσῶν ἢ Καβείρων λαβόντες ἡμῶν οἱ προφῆται λέγουσί τινα οὐδ' οἱ τοῦ Ἰησοῦ ἀπόστολοι οὐδ' αὐτὸς ὁ υἱὸς τοῦ θεοῦ.

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Contra Celsum
Traductions de cette œuvre
Gegen Celsus (BKV) Comparer
Origen Against Celsus Comparer
Commentaires sur cette œuvre
Elucidations - Against Celsus

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité