• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Origène († 253/54) Contra Celsum
Τόμος ἕκτος

30.

Εἶθ' ἑξῆς ἐπαναλαμβάνει τὰ περὶ τῶν ἑπτὰ ἀρχόντων δαιμόνων, μηδαμῶς μὲν ὑπὸ Χριστιανῶν ὀνομαζομένων οἶμαι δ' ὑπὸ Ὀφιανῶν παραλαμβανομένων. Καὶ εὕρομέν γε ἐν ᾧ καὶ ἡμεῖς δι' ἐκείνους ἐκτησάμεθα διαγράμματι τὴν τάξιν ὁμοίως ἐκκειμένην οἷς ὁ Κέλσος ἐξέθετο. Ὁ μὲν οὖν Κέλσος ἔλεγε τὸν πρῶτον ἰδέᾳ λέοντος μεμορφωμένον, οὐκ ἐκθέμενος, τίνα αὐτὸν ὀνομάζουσιν οἱ ἀληθῶς δυσσεβέστατοι· ἡμεῖς δὲ εὕρομεν ὅτι τὸν ἐν ταῖς ἱεραῖς γραφαῖς εὐφημούμενον ἄγγελον τοῦ δημιουργοῦ, τοῦτον τὸ μιαρὸν ἐκεῖνο διάγραμμα ἔλεγεν εἶναι Μιχαὴλ τὸν λεοντοειδῆ. Πάλιν τ' αὖ ὁ μὲν Κέλσος ἔφασκε τὸν ἑξῆς καὶ δεύτερον εἶναι ταῦρον· ὃ δ' εἴχομεν διάγραμμα τὸν Σουριὴλ ἔλεγεν εἶναι τὸν ταυροειδῆ. Εἶτα ὁ μὲν Κέλσος τρίτον ἀμφίβιόν τινα καὶ φρικῶδες ἐπισυρίζοντα· τὸ δὲ διάγραμμα τρίτον Ῥαφαὴλ ἔλεγεν εἶναι δρακοντοειδῆ. Πάλιν τε αὖ ὁ μὲν Κέλσος τὸν τέταρτον ἀετοῦ ἔφασκεν ἔχειν μορφήν· τὸ δὲ διάγραμμα Γαβριὴλ ἔλεγεν εἶναι τὸν ἀετοειδῆ. Εἶθ' ὁ μὲν Κέλσος τὸν πέμπτον ἔφασκεν εἶναι ἄρκου πρόσωπον ἔχοντα· τὸ δὲ διάγραμμα τὸν Θαυθαβαὼθ ἔφασκεν εἶναι τὸν ἀρκοειδῆ. Εἶθ' ὁ μὲν Κέλσος τὸν ἕκτον κυνὸς πρόσωπον ἔλεγεν ἱστορεῖσθαι ἔχειν παρ' ἐκείνοις· τὸ δὲ διάγραμμα ἔφασκεν εἶναι αὐτὸν Ἐραθαώθ. Εἶθ' ὁ μὲν Κέλσος τὸν ἕβδομον ἔφασκεν ὄνου ἔχειν πρόσωπον, καὶ ὀνομάζεσθαι αὐτὸν Θαφαβαὼθ ἢ Ὀνοήλ· ἡμεῖς δ' ἐν τῷ διαγράμματι εὕρομεν ὅτι οὗτος καλεῖται Ὀνοὴλ ἢ Θαρθαραώθ, ὀνοειδής τις τυγχάνων. Ἔδοξε δὲ καὶ ἡμῖν ἀκριβῶς ἐκθέσθαι τὰ τοιαῦτα, ἵνα μὴ δοκῶμεν ἀγνοεῖν ἃ Κέλσος ἐπηγγέλλετο εἰδέναι· ἀλλὰ καὶ παραστήσωμεν ἀκριβέστερον ἐκείνου αὐτὰ ἐγνωκότες οἱ Χριστιανοί, ὡς οὐ Χριστιανῶν λόγους ἀλλὰ πάντῃ ἀλλοτρίων σωτηρίας καὶ οὐδαμῶς ἐπιγραφομένων Ἰησοῦν ἢ σωτῆρα ἢ θεὸν ἢ διδάσκαλον ἢ υἱὸν θεοῦ.

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Contra Celsum
Traductions de cette œuvre
Gegen Celsus (BKV) Comparer
Origen Against Celsus Comparer
Commentaires sur cette œuvre
Elucidations - Against Celsus

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité