• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Origène († 253/54) Contra Celsum
Τόμος ἕκτος

54.

Ἴδωμεν οὖν ἡμεῖς διὰ βραχέων τὰ περὶ ἀγαθῶν καὶ κακῶν, τῶν κατὰ τὰς θείας γραφάς, καὶ τίνα ἡμῖν λεκτέον πρὸς τό· Πῶς μὲν κακὰ <ὁ> θεὸς ἐποίει; Πῶς δὲ πείθειν καὶ νουθετεῖν ἀδυνατεῖ; Κυρίως δὴ κατὰ τὰς θείας γραφὰς ἀγαθά εἰσιν αἱ ἀρεταὶ καὶ αἱ κατὰ ταύτας πράξεις, ὥσπερ κυρίως κακὰ τὰ ἐναντία τούτοις. Ἀρκεσθησόμεθα δὲ ἐπὶ τοῦ παρόντος λέξεσι ταῖς ἀπὸ τοῦ τριακοστοῦ τρίτου ψαλμοῦ, τοῦτο παριστάσαις οὕτως· «Οἱ δὲ ἐκζητοῦντες τὸν κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. Δεῦτε τέκνα, ἀκούσατέ μου, φόβον κυρίου διδάξω ὑμᾶς. Τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; Παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον. Ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν.» Τὸ γὰρ «Ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθὸν» οὔτε περὶ τῶν σωματικῶν λέγεται ἀγαθῶν ἢ κακῶν, οὕτως ὀνομαζομένων παρά τισιν, οὔτε περὶ τῶν ἐκτός, ἀλλὰ περὶ τῶν κατὰ ψυχὴν ἀγαθῶν ἢ κακῶν· ἐπείπερ ὁ ἐκκλίνας μὲν ἀπὸ τῶν οὕτως κακῶν ποιήσας δὲ τὰ τοιάδε ἀγαθὰ ὡς θέλων τὴν ἀληθινὴν ζωὴν γένοιτ' ἂν ἐν αὐτῇ, <καὶ ὁ> «ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς», ὧν ὁ λόγος τῆς «δικαιοσύνης» ἐστὶν «ἥλιος», φθάσαι ἂν ἐπ' ἐκείνας, ἐξαιρουμένου αὐτὸν τοῦ θεοῦ «ἀπὸ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ» καὶ ἀπὸ τῶν πονηρῶν ἡμερῶν, περὶ ὧν εἶπεν ὁ Παῦλος τό· «Ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν.»

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Contra Celsum
Traductions de cette œuvre
Gegen Celsus (BKV) Comparer
Origen Against Celsus Comparer
Commentaires sur cette œuvre
Elucidations - Against Celsus

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité