• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Origène († 253/54) Contra Celsum
Τόμος ἕκτος

60.

Μετὰ δὲ τὴν ἐξετασθεῖσαν λέξιν ὡσπερεὶ σκοπὸν ἔχων τὸ ὅπως ποτὲ πολλῶν λόγων πληρῶσαι τὸ βιβλίον, ἄλλαις λέξεσι τὰ παραπλήσιά φησι τοῖς ὀλίγῳ ἀνωτέρω ἐξετασθεῖσιν, ἐν οἷς ἔλεγε· Μακρῷ δ' εὐηθέστερον τὸ καὶ ἡμέρας τινὰς ἐπιδιανεῖμαι τῇ κοσμογονίᾳ, πρὶν εἶναι ἡμέρας· οὐρανοῦ γὰρ οὔπω γεγονότος οὐδὲ γῆς πω ἐρηρεισμένης οὐδ' ἡλίου πω τῇδε φερομένου, πῶς ἡμέραι ἦσαν; Τί γὰρ διαφέρει ταῦτα τοῦ Ἔτι δ' ἄνωθεν λαβόντες ἐπισκεψώμεθα, πῶς οὐκ ἂν ἄτοπος εἴη θεὸς ὁ πρῶτος καὶ ὁ μέγιστος κελεύων· γενέσθω τόδε καὶ ἕτερον τόδε ἢ τόδε, καὶ μιᾷ μὲν ἡμέρᾳ τοσόνδε τεκταινόμενος τῇ δευτέρᾳ δ' αὖθις τοσῷδε πλέον καὶ τρίτῃ καὶ τετάρτῃ καὶ πέμπτῃ καὶ ἕκτῃ;

Δυνάμει δ' εἴπομεν καὶ εἰς τὸ κελεύων· γενέσθω τόδε καὶ ἕτερον τόδε ἢ τόδε, ὅτε παρετιθέμεθα τὸ «Αὐτὸς εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν», λέγοντες τὸν μὲν προσεχῶς δημιουργὸν εἶναι τὸν υἱὸν τοῦ θεοῦ λόγον καὶ ὡσπερεὶ αὐτουργὸν τοῦ κόσμου, τὸν δὲ πατέρα τοῦ λόγου τῷ προστεταχέναι τῷ υἱῷ ἑαυτοῦ λόγῳ ποιῆσαι τὸν κόσμον εἶναι πρώτως δημιουργόν.

Περὶ δὲ τοῦ μιᾷ μὲν ἡμέρᾳ γεγονέναι «τὸ φῶς» δευτέρᾳ δὲ «τὸ στερέωμα», τρίτῃ δὲ συνῆχθαι τὰ «ὑποκάτω τοῦ οὐρανοῦ» <ὕδατα> εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ οὕτω βεβλαστηκέναι τὴν γῆν τὰ ὑπὸ μόνης φύσεως διοικούμενα, καὶ τετάρτῃ <γεγονέναι> τοὺς «φωστῆρας» καὶ «ἀστέρας» καὶ πέμπτῃ τὰ νηκτὰ καὶ ἕκτῃ τὰ χερσαῖα καὶ «τὸν ἄνθρωπον», κατὰ τὸ δυνατὸν ἡμῖν ἐν τοῖς πραγματευθεῖσιν εἰς τὴν Γένεσιν εἰρήκαμεν· καὶ ἐν τοῖς ἀνωτέρω δὲ ἐγκαλοῦντες τοῖς κατὰ τὴν προχειροτέραν ἐκδοχὴν φήσασι χρόνους ἓξ ἡμερῶν διεληλυθέναι εἰς τὴν κοσμοποιΐαν παρετιθέμεθα τὸ «Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς, ὅτε ἐγένετο· ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν».

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Contra Celsum
Traductions de cette œuvre
Gegen Celsus (BKV) Comparer
Origen Against Celsus Comparer
Commentaires sur cette œuvre
Elucidations - Against Celsus

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité