• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Origène († 253/54) Contra Celsum
Τόμος ἕκτος

65.

Ὁ μὲν οὖν Κέλσος περὶ θεοῦ φησιν ὅτι ἐξ αὐτοῦ τὰ πάντα, ἀπολύσας οὐκ οἶδ' ὅπως τὰ πάντα αὐτοῦ· ὁ δ' ἡμέτερος Παῦλος «Ἐξ αὐτοῦ» λέγει «καὶ δι' αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα», παριστὰς τὴν ἀρχὴν τῆς τῶν πάντων ὑποστάσεως ἐν τῷ «ἐξ αὐτοῦ» καὶ τὴν συνοχὴν ἐν τῷ «δι' αὐτοῦ» καὶ τὸ τέλος ἐν τῷ «εἰς αὐτόν». Ἀληθῶς δὲ ἐξ οὐδενὸς ὁ θεός. Ἐπεὶ δέ φησιν ὅτι οὐδὲ λόγῳ ἐφικτός, διαστέλλομαι τὸ σημαινόμενον καί φημι· εἰ μὲν λόγῳ τῷ ἐν ἡμῖν, εἴτε ἐνδιαθέτῳ εἴτε καὶ προφορικῷ, καὶ ἡμεῖς φήσομεν ὅτι οὐκ ἔστιν ἐφικτὸς τῷ λόγῳ ὁ θεός· εἰ δὲ νοήσαντες τὸ «Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος» ἀποφαινόμεθα ὅτι τούτῳ τῷ λόγῳ ἐφικτός ἐστιν ὁ θεός, οὐ μόνῳ αὐτῷ καταλαμβανόμενος ἀλλὰ καὶ ᾧ ἂν αὐτὸς ἀποκαλύψῃ τὸν πατέρα, ψευδοποιήσομεν τὴν Κέλσου λέξιν φάσκοντος· οὐδὲ λόγῳ ἐφικτός ἐστιν ὁ θεός.

Καὶ τὸ οὐκ ὀνομαστὸς δὲ διαστολῆς δεῖται. Εἰ μὲν γάρ, ὅτι οὐδὲν τῶν ἐν λέξεσι καὶ σημαινομένοις δύναται παραστῆσαι τὰς ἰδιότητας τοῦ θεοῦ, ἀληθές ἐστι τὸ λεγόμενον, εἴ γε καὶ πολλαὶ ποιότητες οὐκ εἰσὶν ὀνομασταί. Τίς γὰρ δύναται ὀνόμασι διαφορὰν δοῦναι ποιότητος γλυκύτητος φοίνικος καὶ γλυκύτητος ἰσχάδος; Τίς δὲ ὀνόματι δύναται διαστείλασθαι καὶ παραστῆσαι τὴν ἑκάστου ἰδίαν ποιότητα; Οὐδὲν οὖν θαυμαστόν, εἰ οὐκ ἔστιν οὕτως ὀνομαστὸς ὁ θεός. Εἰ δὲ τὸ ὀνομαστὸν λαμβάνεις καθὸ οἷόν τε ἐστὶν ὀνόμασι παραστῆσαί τι τῶν περὶ αὐτοῦ εἰς τὸ χειραγωγῆσαι τὸν ἀκροατὴν καὶ ποιῆσαι νοῆσαι περὶ θεοῦ κατὰ τὸ ἐφικτὸν τῇ ἀνθρωπίνῃ φύσει τινὰ τῶν περὶ αὐτοῦ, οὐδὲν ἄτοπον λέγειν αὐτὸν ὀνομαστόν.

Οὕτω δὲ διαστελούμεθα καὶ τὸ οὐδὲν γὰρ πέπονθεν ὀνόματι καταληπτόν. Ἀληθὲς δὲ καὶ τὸ ἔξω παντὸς πάθους εἶναι τὸν θεόν. Καὶ ταῦτα μὲν ταύτῃ.

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Contra Celsum
Traductions de cette œuvre
Gegen Celsus (BKV) Comparer
Origen Against Celsus Comparer
Commentaires sur cette œuvre
Elucidations - Against Celsus

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité