• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Origène († 253/54) Contra Celsum
Τόμος ἕκτος

69.

Πλήν φησιν ὁ Κέλσος ἡμᾶς ἀποκρίνεσθαι, εἰκότι στοχασμῷ ὁμολογῶν ἀναγράφειν ἡμῶν τὴν ἀπόκρισιν οὕτως ἔχουσαν· Ἐπειδὴ μέγας ἐστὶ καὶ δυσθεώρητος ὁ θεός, πνεῦμα ἴδιον ἐμβαλὼν εἰς σῶμα ἡμῖν ὅμοιον δεῦρο κατέπεμψεν, ὡς ἂν δυνηθείημεν ἀκοῦσαι παρ' αὐτοῦ καὶ μαθεῖν. Οὐ μόνος δὲ μέγας καθ' ἡμᾶς ἐστιν ὁ τῶν ὅλων θεὸς καὶ πατήρ· μετέδωκε γὰρ ἑαυτοῦ καὶ τῆς μεγαλειότητος τῷ μονογενεῖ καὶ πρωτοτόκῳ «πάσης κτίσεως» ἵν' «εἰκὼν» αὐτὸς τυγχάνων «τοῦ ἀοράτου θεοῦ» καὶ ἐν τῷ μεγέθει σῴζῃ τὴν εἰκόνα τοῦ πατρός. Οὐ γὰρ οἷόν τ' ἦν εἶναι σύμμετρον, ἵν' οὕτως ὀνομάσω, καὶ καλὴν εἰκόνα «τοῦ ἀοράτου θεοῦ», μὴ καὶ τοῦ μεγέθους παριστᾶσαν τὴν εἰκόνα.

Ἀλλὰ καὶ ὁ θεὸς καθ' ἡμᾶς τῷ μὲν μὴ εἶναι σῶμα ἀόρατός ἐστιν· τοῖς δὲ θεωρητικοῖς καρδίᾳ θεωρητός, τουτέστι νῷ, καρδίᾳ δὲ οὐ τῇ τυχούσῃ ἀλλὰ τῇ καθαρᾷ. Οὐ γὰρ θέμις μεμολυσμένην καρδίαν ἐνορᾶν θεῷ, ἀλλὰ δεῖ καθαρὸν εἶναι τὸ τοῦ καθαροῦ κατ' ἀξίαν θεωρητικόν. Ἔστω δὴ καὶ δυσθεώρητος ὁ θεός· ἀλλ' οὐ μόνος δυσθεώρητός ἐστι τινί, ἀλλὰ καὶ ὁ μονογενὴς αὐτοῦ. Δυσθεώρητος γὰρ ὁ θεὸς λόγος, δυσθεώρητος δὲ οὑτωσὶ καὶ σοφία ἐστίν, ἐν ᾗ τὰ πάντα πεποίηκεν ὁ θεός. Τίς γὰρ δύναται καθ' ἕκαστον τῶν πάντων τὴν σοφίαν, ἐν ᾗ ὁ θεὸς καὶ ἕκαστον τῶν πάντων πεποίηκε, <θεωρῆσαι>; Οὐ διὰ τὸ δυσθεώρητος οὖν ὁ θεὸς εἶναι ὡς εὐθεώρητον τὸν υἱὸν ἔπεμψεν. Ἅπερ μὴ νοήσας ὁ Κέλσος εἶπεν ὡς ἐκ προσώπου ἡμῶν· διὰ τὸ δυσθεώρητος εἶναι πνεῦμα ἴδιον ἐμβαλὼν εἰς σῶμα ἡμῖν ὅμοιον δεῦρο κατέπεμψεν, ὡς ἂν δυνηθείημεν ἀκοῦσαί τε παρ' αὐτοῦ καὶ μαθεῖν. Ἀλλ' ὡς ἀποδεδώκαμεν, καὶ ὁ υἱὸς δυσθεώρητος, ἅτε ὢν λόγος θεός, δι' οὗ τὰ πάντα ἐγένετο, «καὶ ἐσκήνωσεν ἐν ἡμῖν».

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Contra Celsum
Traductions de cette œuvre
Gegen Celsus (BKV) Comparer
Origen Against Celsus Comparer
Commentaires sur cette œuvre
Elucidations - Against Celsus

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité