73.
Εἶθ' ἑξῆς ταυτολογῶν μετὰ τὸ πολλὰ ἐν τοῖς ἀνωτέρω εἰπεῖν καὶ χλευάσαι τὴν ἐκ παρθένου γέννησιν τοῦ θεοῦ, πρὸς ἣν κατὰ τὸ δυνατὸν ἡμῖν ἀπηντήσαμεν, φησίν· Εἰ δ' ἐβούλετο πνεῦμα ἐξ ἑαυτοῦ καταπέμψαι, τί ἐδεῖτο εἰς γυναικὸς γαστέρα ἐμπνεῖν; Ἐδύνατο γὰρ ἤδη πλάσσειν ἀνθρώπους εἰδὼς καὶ τούτῳ περιπλάσαι σῶμα καὶ μὴ τὸ ἴδιον πνεῦμα εἰς τοσοῦτον μίασμα ἐμβαλεῖν· οὕτως μέν τ' ἂν οὐδ' ἠπιστεῖτο, εἰ ἄνωθεν εὐθὺς ἔσπαρτο. Καὶ ταῦτ' εἶπεν, ἐπεὶ μὴ εἶδε τὴν παρθενικὴν καὶ καθαρὰν γέννησιν καὶ ἀπὸ μηδεμιᾶς φθορᾶς τοῦ μέλλοντος ὑπηρετήσασθαι τῇ ἀνθρώπων σωτηρίᾳ σώματος. Οἴεται δὲ ὁ τὸν στωϊκὸν λόγον ἐκτιθέμενος καὶ μὴ προσποιούμενος τὰ περὶ ἀδιαφόρων μεμαθηκέναι εἰς μίασμα ἐμβεβλῆσθαι τὴν θείαν φύσιν καὶ μεμιάσθαι εἴτε γενομένην ἐν γυναικὸς σώματι, ἕως περιπλασθῇ αὐτῇ τὸ σῶμα, εἴτε σῶμα ἀνειληφυῖαν· παραπλήσιόν τι ποιῶν τοῖς οἰομένοις τὰς αὐγὰς τοῦ ἡλίου μιαίνεσθαι ἐν τοῖς βορβόροις καὶ τοῖς δυσώδεσι σώμασι καὶ μὴ μένειν κἀκεῖ καθαράς.
Καὶ εἰ κατὰ τὴν Κέλσου δὲ ὑπόθεσιν χωρὶς γεννήσεως περιεπλάσσετο τὸ σῶμα τῷ Ἰησοῦ, <οὐκ> εὐθὺς ἂν οἱ βλέποντες τὸ σῶμα ἐπίστευον ὅτι οὐκ ἀπὸ γεννήσεως ἦν· οὐδὲ γὰρ τὸ βλεπόμενον ἀπαγγέλλει καὶ τὴν φύσιν, ὅθεν γεγένηται. Οἷον εἰ καθ' ὑπόθεσιν μέλι ἦν τι μὴ ἀπὸ μελισσῶν, οὐκ ἂν τοῦτό τις ἀπήγγελλεν ἀπὸ τῆς γεύσεως ἢ τῆς ὄψεως, ὅτι μὴ ἀπὸ μελισσῶν ἐστιν· ὡς οὐδὲ τὸ ἀπὸ μελισσῶν δείκνυσι τῇ αἰσθήσει τὴν ἀρχήν, ἀλλ' ἡ πεῖρα δείκνυσιν ὅτι τοῦτ' ἀπὸ μελισσῶν ἐστιν. Οὕτω δὲ καὶ ἡ πεῖρα διδάσκει ὅτι ἀπὸ ἀμπέλου ὁ οἶνος· οὐ γὰρ ἀναφέρει ἡ γεῦσις τὸ ἀπὸ ἀμπέλου. Τὸν αὐτὸν τρόπον τοίνυν τὸ αἰσθητὸν σῶμα οὐκ ἀπαγγέλλει τὸν τρόπον τῆς ὑποστάσεως αὐτοῦ. Προσαχθήσῃ δὲ τῷ λεγομένῳ ἀπὸ τῶν ἐν οὐρανοῖς, ὧν τῆς ὑποστάσεως καὶ τῆς λαμπρότητος αἰσθόμεθα βλέποντες αὐτά· ἀλλ' οὐ δή που ἡ αἴσθησις ἡμῖν ὑποβάλλει, πότερον γενητὰ ἢ ἀγένητά ἐστιν. Αἱρέσεις γοῦν καὶ περὶ τούτων συνέστησαν· ἀλλὰ καὶ οἱ λέγοντες αὐτὰ γενητὰ οὐχ ὁμονοοῦσι περὶ τοῦ πῶς ἐστι γενητά· οὐδὲ γὰρ ὑποβάλλει ἡ αἴσθησις αὐτῶν, κἂν βιασάμενος ὁ λόγος εὕρῃ ὅτι γενητά ἐστι, περὶ τοῦ τίνα τρόπον γεγένηται.