• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Origène († 253/54) Contra Celsum
Τόμος ἕκτος

76.

Ἔστω δὲ μὴ ἀνεγνωκέναι αὐτὸν τὴν προφητείαν ἢ ἀνεγνωκότα περιεσπᾶσθαι ὑπὸ τῶν παρερμηνευόντων αὐτὴν ὡς οὐ περὶ Ἰησοῦ Χριστοῦ προφητευομένην· τί φήσει καὶ περὶ τοῦ εὐαγγελίου, ἐν ᾧ ἀναβὰς «εἰς ὑψηλὸν ὄρος» «μετεμορφώθη ἔμπροσθεν» τῶν μαθητῶν καὶ ὤφθη ἐν δόξῃ, ὅτε καὶ «Μωϋσῆς καὶ Ἠλίας» «ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ, ἣν ἔμελλε πληροῦν ἐν Ἱερουσαλήμ»; Ἢ ἐὰν μὲν προφήτης λέγῃ· «Εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος» καὶ τὸ ἑξῆς, καὶ ὁ Κέλσος παραδέχεται τὴν προφητείαν ταύτην ἐπὶ τὸν Ἰησοῦν ἀναφέρεσθαι, τυφλώττων περὶ τὴν παραδοχὴν τοῦ λεγομένου καὶ οὐχ ὁρῶν ὅτι μεγάλη κατασκευή ἐστι τοῦ τὸν ἄμορφον εἶναι δοκοῦντα Ἰησοῦν υἱὸν εἶναι θεοῦ τὸ πρὸ πολλῶν ἐτῶν τῆς γενέσεως αὐτοῦ πεπροφητεῦσθαι καὶ περὶ τοῦ εἴδους αὐτοῦ· ἐὰν δὲ ἄλλος προφήτης ὡραιότητα καὶ κάλλος εἶναι λέγῃ περὶ αὐτόν, οὐκέτι βούλεται τὴν προφητείαν εἰς Ἰησοῦν Χριστὸν ἀναφέρεσθαι; Καὶ εἰ μὲν σαφῶς ἦν ἀπὸ τῶν εὐαγγελίων λαβεῖν ὅτι «Οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον ἦν, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων», εἶπεν ἄν τις οὐ κατὰ τὸ προφητικὸν εἰρηκέναι ταῦτα τὸν Κέλσον ἀλλὰ κατὰ τὸ εὐαγγελικόν· νυνὶ δὲ οὔτε τῶν εὐαγγελίων ἀλλ' οὐδὲ τῶν ἀποστόλων ἐμφαινόντων ὅτι «οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος», σαφὲς ὅτι τὸ ἀπὸ τῆς προφητείας ἀναγκάζεται παραδέχεσθαι ὡς ἀληθευόμενον περὶ Χριστοῦ· ὅπερ οὐκέτι ἐπιτρέπει τὰς περὶ Ἰησοῦ κατηγορίας προβαίνειν.

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Contra Celsum
Traductions de cette œuvre
Gegen Celsus (BKV) Comparer
Origen Against Celsus Comparer
Commentaires sur cette œuvre
Elucidations - Against Celsus

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité