• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Origène († 253/54) Contra Celsum
Τόμος ἕβδομος

14.

Εἶτα μετὰ ταῦτα, βουλόμενος ἀνατρέπειν τὴν πίστιν τῶν διὰ τὸ πεπροφητεῦσθαι παραδεξαμένων τὰ τοῦ Ἰησοῦ, φησί· Φέρε ἐὰν προείπωσιν οἱ προφῆται τὸν μέγαν θεόν, ἵνα μηδὲν ἄλλο φορτικώτερον εἴπω, δουλεύειν ἢ νοσήσειν ἢ ἀποθανεῖν, τεθνήξεσθαι δεήσει τὸν θεὸν ἢ δουλεύειν ἢ νοσήσειν, ἐπειδὴ προείρητο, ἵνα πιστευθῇ ἀποθανὼν ὅτι θεὸς ἦν; Ἀλλ' οὐκ ἂν προείποιεν τοῦτο οἱ προφῆται· κακὸν γάρ ἐστι καὶ ἀνόσιον. Οὐκοῦν οὔτ' εἰ προεῖπον οὔτ' εἰ μὴ προεῖπον, σκεπτέον, ἀλλ' εἰ τὸ ἔργον ἄξιόν ἐστι θεοῦ καὶ καλόν. Τῷ δ' αἰσχρῷ καὶ κακῷ, κἂν πάντες ἄνθρωποι μαινόμενοι προλέγειν δοκῶσιν, ἀπιστητέον. Πῶς οὖν τὰ περὶ τοῦτον ὡς περὶ θεὸν πραχθέντα ἐστὶν ὅσια;

Φαίνεται δὴ διὰ τούτων ἰσχυρὸν μέν τι πρὸς πειθὼ τῶν ἀκουόντων ὑπονενοηκέναι τὸ περὶ τοῦ πεπροφητεῦσθαι τὸν Ἰησοῦν κεφάλαιον, ἄλλῳ δὲ πιθανῷ πειρᾶσθαι ἀνατρέπειν τὸν λόγον φάσκων· Οὐκοῦν οὔτ' εἰ προεῖπον οὔτ' εἰ μὴ προεῖπον, σκεπτέον. Ἐχρῆν δ' εἴπερ μὴ παραλογιστικῶς ἀλλ' ἀποδεικτικῶς ἐβούλετο ἐνστῆναι τῷ λεγομένῳ εἰπεῖν· οὐκοῦν ἀποδεικτέον ὅτι οὐ προεῖπον ἢ οὐ, καθὼς προεῖπον, τὰ περὶ Χριστοῦ πεπλήρωται ἐν τῷ Ἰησοῦ λεχθέντα, καὶ ἐπιφέρειν τὴν δοκοῦσαν αὐτῷ ἀπόδειξιν. Οὕτως γὰρ ἐφαίνετο ἄν, τίνα μὲν αἱ προφητεῖαι λέγουσιν ὑφ' ἡμῶν ἀναφερόμενα ἐπὶ τὸν Ἰησοῦν, πῶς δὲ οὗτος ψευδοποιεῖ τὴν ἐκδοχὴν ἡμῶν· καὶ εὑρέθη ἄν, πότερον γενναίως ἀνατρέπει τὰ ὑφ' ἡμῶν φερόμενα ἀπὸ τῶν προφητῶν εἰς τὸν περὶ τοῦ Ἰησοῦ λόγον, ἢ ἁλίσκεται ἀναισχύντως βιάζεσθαι θέλων τὴν τῆς ἀληθείας ἐνάργειαν ὡς οὐκ ἀλήθειαν.

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Contra Celsum
Traductions de cette œuvre
Gegen Celsus (BKV) Comparer
Origen Against Celsus Comparer
Commentaires sur cette œuvre
Elucidations - Against Celsus

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité