• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Origène († 253/54) Contra Celsum
Τόμος πρῶτος

42.

Πρὶν ἀρξώμεθα τῆς ἀπολογίας, [λεκτέον ὅτι σχεδὸν [πᾶσαν ἱστορίαν, κἂν ἀληθὴς ᾖ, βούλεσθαι κατασκευάζειν ὡς γεγενημένην καὶ καταληπτικὴν ποιῆσαι] περὶ αὐτῆς φαντασίαν [τῶν σφόδρα ἐστὶ χαλεπωτάτων] καὶ ἐν ἐνίοις ἀδύνατον. [Φέρε γάρ τινα λέγειν μὴ γεγονέναι τὸν ἰλιακὸν πόλεμον μάλιστα διὰ τὸ ἀδύνατον προσπεπλέχθαι λόγον περὶ τοῦ γεγενῆσθαί τινα Ἀχιλλέα θαλασσίας θεᾶς υἱὸν καὶ ἀνθρώπου Πηλέως, ἢ Σαρπηδόνα Διός, ἢ Ἀσκάλαφον καὶ Ἰάλμενον Ἄρεως, ἢ Αἰνείαν Ἀφροδίτης· πῶς ἂν κατασκευάσαιμεν τὸ τοιοῦτον, μάλιστα θλιβόμενοι ὑπὸ τοῦ οὐκ οἶδ' ὅπως παρυφανθέντος πλάσματος τῇ κεκρατηκυίᾳ παρὰ πᾶσι δόξῃ περὶ τοῦ ἀληθῶς γεγονέναι τὸν ἐν Ἰλίῳ Ἑλλήνων καὶ Τρώων πόλεμον; Φέρε δέ τινα ἀπιστεῖν περὶ Οἰδίποδος καὶ Ἰοκάστης καὶ τῶν γεννηθέντων ἀπὸ ἀμφοτέρων Ἐτεοκλέους καὶ Πολυνείκους διὰ τὸ προσπεπλέχθαι τῷ λόγῳ τὴν Σφίγγα μιξοπάρθενόν τινα· πῶς ἂν τὸ τοιοῦτον ἀποδείξαιμεν;] Οὕτω δὲ καὶ τὰ περὶ τῶν Ἐπιγόνων, κἂν μηδὲν τοιοῦτον ἐπιπεπλεγμένον ᾖ τῷ λόγῳ, ἢ περὶ τῆς Ἡρακλειδῶν καθόδου ἢ περὶ ἄλλων μυρίων. [Ἀλλ' ὁ εὐγνωμόνως ἐντυγχάνων ταῖς ἱστορίαις καὶ βουλόμενος ἑαυτὸν τηρεῖν καὶ ἐν ἐκείναις ἀνεξαπάτητον κρινεῖ, τίσι μὲν συγκαταθήσεται τίνα δὲ τροπολογήσει, τὸ βούλημα ἐρευνῶν τῶν ἀναπλασαμένων τὰ τοιαδί, καὶ τίσιν ἀπιστήσει ὡς διὰ τὴν πρός τινας χάριν ἀναγεγραμμένοις. Καὶ τοῦτο προλαβόντες δι' ὅλην τὴν φερομένην ἐν τοῖς εὐαγγελίοις περὶ τοῦ Ἰησοῦ ἱστορίαν] εἰρήκαμεν, οὐκ ἐπὶ ψιλὴν πίστιν καὶ ἄλογον τοὺς ἐντρεχεστέρους ἐκκαλούμενοι, ἀλλὰ βουλόμενοι παραστῆσαι ὅτι εὐγνωμοσύνης χρεία τοῖς ἐντευξομένοις καὶ πολλῆς ἐξετάσεως καί, ἵν' οὕτως ὀνομάσω, εἰσόδου εἰς τὸ βούλημα τῶν γραψάντων, ἵν' εὑρεθῇ, ποίᾳ διανοίᾳ ἕκαστον γέγραπται.]

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Contra Celsum
Traductions de cette œuvre
Gegen Celsus (BKV) Comparer
Origen Against Celsus Comparer
Commentaires sur cette œuvre
Elucidations - Against Celsus

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité