• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Origène († 253/54) Contra Celsum
Τόμος ἕβδομος

21.

Ἐὰν οὖν ἡ λέξις τοῦ νόμου πλοῦτον ἐπαγγέλλεται τοῖς δικαίοις, Κέλσος μὲν κατὰ τὸ ἀποκτέννον «γράμμα» νομιζέτω τὸν τυφλὸν πλοῦτον λέγεσθαι ἐν ἐπαγγελίᾳ· ἡμεῖς δὲ τὸν ὀξὺ βλέποντα, καθὸ πλουτεῖ τις «ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει», καὶ καθὸ παραγγέλλομεν «τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι μὴ ὑψηλὰ φρονεῖν μηδ' ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι ἀλλ' ἐπὶ θεῷ, τῷ παρέχοντι πάντα πλουσίως εἰς ἀπόλαυσιν, ἀγαθοεργεῖν, πλουτεῖν ἐν ἔργοις ἀγαθοῖς, εὐμεταδότους εἶναι, κοινωνικούς». Καὶ γὰρ «ὁ» ἐν ἀληθινοῖς ἀγαθοῖς «πλοῦτος» «λύτρον ἐστὶν ἀνδρὸς ψυχῆς» κατὰ τὸν Σολομῶντα, ἡ δ' ἐναντία τούτῳ πτωχεία ὀλέθριον, δι' ἣν «ὁ πτωχὸς οὐχ ὑφίσταται ἀπειλήν».

Ἀνάλογον δὲ τοῖς ἀποδεδομένοις περὶ τοῦ πλούτου λεκτέον καὶ περὶ τῆς δυναστείας, καθ' ἣν «εἷς» δίκαιος διώξεσθαι λέγεται «χιλίους, καὶ δύο» μετακινεῖν «μυριάδας». Εἴπερ δὲ ταῦτα νενόηται ἐν τοῖς κατὰ τὸν πλοῦτον, ὅρα εἰ μὴ ἀκόλουθόν ἐστιν ἐπαγγελίᾳ θεοῦ τὸν πλουτοῦντα «ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει» καὶ πάσῃ σοφίᾳ καὶ ἐν παντὶ ἔργῳ ἀγαθῷ δανείζειν ἀπὸ τοῦ κατὰ τὸν λόγον καὶ τὴν σοφίαν καὶ τὴν γνῶσιν πλούτου «ἔθνεσι πολλοῖς», ὡς ἐδάνεισε Παῦλος «κύκλῳ» «ἀπὸ Ἱερουσαλὴμ» ἕως «τοῦ Ἰλλυρικοῦ» πληρῶν «τὸ εὐαγγέλιον τοῦ Χριστοῦ» πᾶσιν ἔθνεσιν, οἷς ἐπιδεδήμηκε. Καὶ ἐπεὶ κατὰ ἀποκάλυψιν αὐτῷ ἐγνωρίζετο τὰ θεῖα, φωτιζομένῳ τὴν ψυχὴν ὑπὸ τῆς τοῦ λόγου θειότητος, διὰ τοῦτο αὐτὸς οὐκ ἐδανείζετο οὐδὲ χρείαν εἶχεν ἀνθρώπου διακονουμένου αὐτῷ τὸν λόγον. Οὕτω δὲ γεγραμμένου καὶ τοῦ· «Ἄρξεις σὺ ἐθνῶν πολλῶν, σοῦ δὲ οὐκ ἄρξουσι», κατὰ τὴν ἀπὸ τοῦ λόγου δυναστείαν ὑποτάσσων τῇ Χριστοῦ Ἰησοῦ διδασκαλίᾳ τοὺς ἀπὸ τῶν ἐθνῶν ἦρχεν αὐτῶν, οὐδέ ποτε ἐν χώρᾳ ὑποτεταγμένος ἀνθρώποις ὡς κρείττοσι γινομένοις· οὕτω δὲ καὶ κατεπίμπλα τὴν γῆν.

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Contra Celsum
Traductions de cette œuvre
Gegen Celsus (BKV) Comparer
Origen Against Celsus Comparer
Commentaires sur cette œuvre
Elucidations - Against Celsus

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité