52.
Μὴ ἀγανακτείτω δὲ Κέλσος, ἐπὰν χωλοὺς λέγωμεν καὶ τὰς βάσεις τῆς ψυχῆς πεπηρωμένους τοὺς ἐπὶ τὰ νομιζόμενα ἱερὰ ὡς ἀληθινὰ ἱερὰ σπεύδοντας καὶ μὴ ὁρῶντας ὅτι οὐδὲν βαναύσων ἔργον δύναται εἶναι ἱερόν. Τρέχουσι δὲ καὶ οἱ κατὰ τὴν διδασκαλίαν Ἰησοῦ εὐσεβοῦντες, ἕως ἐπὶ τὸ τέλος φθάσαντες δρόμου εἴπωσιν ἐῤῥωμένῃ καὶ ἀληθευούσῃ τῇ διαθέσει· «Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος.» Καὶ ἕκαστός γε ἡμῶν «οὕτως» τρέχει «ὡς οὐκ ἀδήλως» καὶ «οὕτω» πρὸς τὴν κακίαν πυκτεύει «ὡς οὐκ ἀέρα δέρων» ἀλλὰ τοὺς ὑπὸ «τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας». Λεγέτω δ' ἡμᾶς ὁ Κέλσος σώματι τῷ νεκρῷ ζῶντας, ἀκούοντας· «Εἰ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνῄσκειν· εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε», καὶ μανθάνοντας τὸ «Εἰ πνεύματι ζῶμεν, πνεύματι καὶ στοιχῶμεν»· εἴη τε τοῖς ἔργοις ἡμᾶς δεικνύναι ψευδόμενον τὸν λέγοντα περὶ ἡμῶν ὅτι τῷ σώματι ζῶμεν τῷ νεκρῷ.