• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Origène († 253/54) Contra Celsum
Τόμος ἕβδομος

55.

Ἐπεὶ δέ φησι μετὰ τὸν κατάλογον τῶν τοσούτων ἀνδρῶν τό· Τί τοιοῦτον ὁ ὑμέτερος θεὸς κολαζόμενος ἐφθέγξατο; εἴποιμεν ἂν πρὸς αὐτὸν ὅτι <τῇ> παρὰ ταῖς μάστιξι καὶ ταῖς πολλαῖς αἰκίαις αὐτοῦ σιωπῇ παντὸς τοῦ ἐν Ἕλλησιν ἐν περιστάσεσι τυγχάνοντος φθεγξαμένου μᾶλλον ἐνέφηνε καρτερίαν καὶ ὑπομονήν· εἴ γε κἂν τούτῳ πιστεύειν ὁ Κέλσος βούλεται εὐγνωμόνως ἀναγεγραμμένῳ ὑπὸ φιλαλήθων ἀνδρῶν, τῶν καὶ τὰ παράδοξα ἀψευδῶς εἰρηκότων καὶ τὴν παρὰ ταῖς μάστιξι σιωπὴν αὐτοῦ ἐκείνοις συναριθμησάντων. Ἀλλὰ καὶ ἐμπαιζόμενος καὶ ἐνδυόμενος τὴν «κοκκίνην χλαμύδα» καὶ τὸν «ἀκάνθινον στέφανον» τῇ κεφαλῇ περιτιθέμενος καὶ τὸν «κάλαμον» λαμβάνων ἐπὶ τῆς χειρὸς ἀντὶ σκήπτρου ἄκρᾳ πρᾳότητι ἐχρήσατο, μηδὲν μηδ' ἀγενὲς μηδ' ἀγανακτητικὸν εἰπὼν πρὸς τοὺς τοσαῦτα κατ' αὐτοῦ τολμήσαντας.

Οὐκ ἦν οὖν κατὰ τὸν ἀπὸ καρτερίας παρὰ ταῖς μάστιξι σιωπήσαντα καὶ ἀπὸ πρᾳότητος πάντα ὑπομένοντα τὰ παρὰ τῶν ἐμπαιζόντων προσαγόμενα εἰρηκέναι ἀπὸ ἀγεννείας, ὡς οἴονταί τινες, καὶ τό· «Πάτερ, εἰ δυνατόν, τὸ ποτήριον παρελθέτω τοῦτο ἀπ' ἐμοῦ· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ.» Ἔχει μὲν οὖν λόγον ἡ δοκοῦσα ὑποπαραίτησις εἶναι τοῦ καλουμένου ποτηρίου, ὃν ἐν ἄλλοις ἐπὶ πλεῖον ἐξητάσαμεν καὶ ἀποδεδώκαμεν. Ἵνα δ' ἁπλούστερον ἀκούσωμεν τοῦ λελεγμένου, ὅρα εἰ μὴ μετὰ τῆς πρὸς τὸν θεὸν εὐσεβείας καὶ ἡ εὐχὴ εἴρηται, παντὸς οὑτινοσοῦν τὸ περιστατικὸν οὐ προηγούμενον εἶναι νομίζοντος, ἀλλ' ὑπομένοντος τὸ μὴ προηγουμένως συμβαῖνον, ὅταν καιρὸς καλῇ. Ἀλλὰ καὶ οὐκ ἐνδεδωκότος ἦν ἡ φωνή, εὐαρεστουμένου δὲ τοῖς συμβαίνουσι καὶ προτιμῶντος τὰ ἀπὸ προνοίας περιστατικὰ ἡ λέγουσα φωνή· «Πλὴν οὐ τί ἐγὼ θέλω, ἀλλὰ τί σύ.»

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Contra Celsum
Traductions de cette œuvre
Gegen Celsus (BKV) Comparer
Origen Against Celsus Comparer
Commentaires sur cette œuvre
Elucidations - Against Celsus

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité