• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Origène († 253/54) Contra Celsum
Τόμος ἕβδομος

65.

Εἴρηται δὲ ἐν τοῖς ἀνωτέρω περὶ Περσῶν πρὸς τὸ νεὼς μὲν αὐτοὺς μὴ ἱδρύεσθαι σέβειν δὲ τὸν ἥλιον καὶ τὰ τοῦ θεοῦ δημιουργήματα· ὅπερ ἡμῖν ἀπαγορεύεται, διδασκομένοις μὴ λατρεύειν «τῇ κτίσει παρὰ τὸν κτίσαντα» ἀλλ' εἰδέναι μὲν ὅτι «Ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ» καὶ ὅτι «Ἡ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται» καὶ ὅτι «Τῇ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ' ἐλπίδι», καὶ μὴ μὴν καὶ δεῖν τὰ ἐπὶ τῇ δουλείᾳ «τῆς φθορᾶς» καὶ ἐπὶ «τῇ ματαιότητι» ὑποτεταγμένα καὶ «ἐπ' ἐλπίδι» κρείττονι ταῦτα πράττοντα ἐν χώρᾳ τιμᾶν θεοῦ τοῦ ἀνενδεοῦς ἢ τοῦ υἱοῦ αὐτοῦ καὶ πρωτοτόκου «πάσης κτίσεως». Ἀρκεῖ τοίνυν πρὸς ἐκείνοις καὶ ταῦτα περὶ τοῦ Περσῶν ἔθνους, βωμοὺς καὶ ἀγάλματα ἐκτρεπομένων λατρευόντων δὲ «τῇ κτίσει παρὰ τὸν κτίσαντα».

Ἐπεὶ δὲ καὶ τὴν Ἡρακλείτου παρέθετο λέξιν, ὑποδιηγησάμενος αὐτὴν ὑποσημαίνουσαν ἠλίθιον εἶναι τὸ «τοῖς ἀγάλμασιν» εὔχεσθαι, ἐὰν μὴ γινώσκῃ τις «θεοὺς καὶ ἥρωας, οἵτινές εἰσι», λεκτέον ὅτι γινώσκειν μὲν ἔστι θεὸν καὶ τὸν μονογενῆ αὐτοῦ καὶ τοὺς τετιμημένους ὑπὸ θεοῦ τῇ θεὸς προσηγορίᾳ καὶ μετέχοντας τῆς θεότητος αὐτοῦ, ἑτέρους ὄντας παρὰ πάντας τοὺς θεοὺς «τῶν ἐθνῶν», «οἵτινές εἰσι» «δαιμόνια»· οὐ μὴν δυνατόν ἐστι καὶ γινώσκειν τὸν θεὸν καὶ «τοῖς ἀγάλμασιν» εὔχεσθαι.

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Contra Celsum
Traductions de cette œuvre
Gegen Celsus (BKV) Comparer
Origen Against Celsus Comparer
Commentaires sur cette œuvre
Elucidations - Against Celsus

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité