67.
Εἶθ' ἑξῆς φησι περὶ Χριστιανῶν ὅτι συνθήσονται μὲν εἶναι ταῦτ' ἐπὶ τιμῇ τινων, ἢ ὁμοίων ἢ ἀνομοίων τὸ εἶδος, οὔτε δὲ θεοὺς εἶναι, οἷς ταῦτ' ἀνάκειται, ἀλλὰ δαίμονας, οὔτε χρῆναι θεραπεύειν δαίμονας ὅστις σέβει θεόν. Καὶ εἰ ἠπίστατό γε τὸν περὶ δαιμόνων λόγον καὶ ὧν ἕκαστος αὐτῶν ἐνεργεῖ, εἴτε καλούμενος ὑπὸ τῶν περὶ ταῦτα δεινῶν εἴτε καὶ ἑκουσίως ἐπιδιδοὺς ἑαυτὸν ᾗ βούλεται καὶ δύναται ἐνεργείᾳ, καὶ διειλήφει τὸν περὶ δαιμόνων λόγον, πολὺν ὄντα καὶ δύσληπτον τῇ ἀνθρωπίνῃ φύσει, οὐκ ἂν ἐνεκάλεσεν ἡμῖν, φάσκουσιν ὅτι οὐ χρὴ θεραπεύειν δαίμονας ὅστις σέβει τὸν ἐπὶ πᾶσι θεόν. Καὶ τοσοῦτόν γε ἀποδέομεν τοῦ θεραπεύειν δαίμονας, ὥστε καὶ ἀπελαύνειν αὐτοὺς εὐχαῖς καὶ τοῖς ἀπὸ τῶν ἱερῶν γραμμάτων μαθήμασιν ἀπὸ τῶν ἀνθρωπίνων ψυχῶν καὶ ἀπὸ τῶν τόπων, ἐν οἷς αὑτοὺς ἱδρύκασιν, ἔσθ' ὅτε δὲ καὶ ἀπὸ τῶν ζῴων. Πολλάκις γὰρ ἐπὶ τῇ λύμῃ καὶ τῶν τοιούτων ἐνεργοῦσί τινα οἱ δαίμονες.