13.
Μετὰ ταῦτά φησιν ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος ὅτι πολλὰ ἔχων λέγειν περὶ τῶν κατὰ τὸν Ἰησοῦν γενομένων καὶ ἀληθῆ καὶ οὐ παραπλήσια τοῖς ὑπὸ τῶν μαθητῶν τοῦ Ἰησοῦ γραφεῖσιν ἑκὼν ἐκεῖνα παραλείπω. Τίνα οὖν ἄρα τἀληθῆ καὶ οὐχ ὁποῖα ἐν τοῖς εὐαγγελίοις γέγραπται, ἃ παραλείπει ὁ παρὰ Κέλσῳ Ἰουδαῖος; Ἢ δοκούσῃ δεινότητι ῥητορικῇ χρησάμενος προσποιεῖται μὲν ἔχειν λέγειν οὐδὲν δὲ εἶχεν ἔξωθεν τοῦ εὐαγγελίου φέρειν, δυνάμενον πλῆξαι ὡς ἀληθὲς τὸν ἀκούοντα καὶ ὡς ἐναργῶς κατηγοροῦν Ἰησοῦ καὶ τῆς διδασκαλίας αὐτοῦ;
Ἐγκαλεῖ δὲ τοῖς μαθηταῖς ὡς πλασαμένοις ὅτι πάντα τὰ συμβάντα αὐτῷ ἐκεῖνος προῄδει καὶ προειρήκει. Καὶ τοῦτο δὲ ἀληθὲς ὄν, κἂν μὴ Κέλσος βούληται, παραστήσομεν ἀπὸ πολλῶν καὶ ἄλλων προφητικῶς ὑπὸ τοῦ σωτῆρος εἰρημένων, ἐν οἷς προεῖπε τὰ Χριστιανοῖς καὶ ἐν ταῖς ὕστερον γενόμενα γενεαῖς. [Καὶ τίς γε οὐκ ἂν θαυμάσαι τὸ προειρημένον τὸ «Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσι», καὶ εἴ τι ἄλλο περὶ τοῦ διωχθήσεσθαι τοὺς μαθητὰς αὐτοῦ προεῖπε.] Διὰ ποῖον γὰρ δόγμα τῶν ἐν ἀνθρώποις γεγενημένων κολάζονται καὶ ἄλλοι, ἵνα τις τῶν κατηγορούντων Ἰησοῦ λέγῃ ὅτι ὁρῶν τὰ ἀσεβῆ ἢ τὰ ψευδῆ τῶν δογμάτων κατηγορούμενα ἔδοξε καὶ τοῦτο σεμνύνειν διὰ τοῦ προλέγειν δῆθεν περὶ αὐτοῦ; Εἴπερ γὰρ ἐχρῆν διὰ δόγματα «ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς» ἄγεσθαί τινας, καὶ τίνας ἐχρῆν ἄλλους ἢ Ἐπικουρείους, τοὺς πάντῃ πρόνοιαν ἀναιροῦντας, ἀλλὰ καὶ τοὺς ἀπὸ τοῦ Περιπάτου, μηδὲν φάσκοντας ἀνύειν εὐχὰς καὶ τὰς ὡς πρὸς τὸ θεῖον θυσίας;
Ἀλλὰ φήσει τις ὅτι [καὶ Σαμαρεῖς διὰ τὴν ἑαυτῶν θεοσέβειαν διώκονται.] Πρὸς ὃν τοιαῦτα ἐροῦμεν· [οἱ Σικάριοι διὰ τὴν περιτομὴν ὡς ἀκρωτηριάζοντες παρὰ τοὺς καθεστῶτας νόμους καὶ τὰ Ἰουδαίοις συγκεχωρημένα μόνοις ἀναιροῦνται.] Καὶ οὐκ ἔστιν ἀκοῦσαι δικαστοῦ πυνθανομένου, εἰ κατὰ τήνδε τὴν νομιζομένην θεοσέβειαν ὁ Σικάριος ἀγωνιζόμενος βιοῦν μεταθέμενος μὲν ἀπολυθήσεται ἐμμένων δὲ τὴν ἐπὶ θανάτῳ ἀπαχθήσεται· ἀλλὰ γὰρ ἀρκεῖ δειχθεῖσα ἡ περιτομὴ πρὸς ἀναίρεσιν τοῦ πεπονθότος αὐτήν. Χριστιανοὶ δὲ μόνοι κατὰ τὰ εἰρημένα ὑπὸ τοῦ σωτῆρος αὐτῶν λέγοντος· «Ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ» μέχρι τελευταίας ἀναπνοῆς ὑπὸ τῶν δικαστῶν ἐπιτρέπονται ἐξομοσάμενοι τὸν χριστιανισμὸν καὶ κατὰ τὰ κοινὰ ἔθη θύσαντες καὶ ὀμόσαντες οἴκοι γενέσθαι καὶ ζῆν ἀκινδύνως.
Ὅρα δὲ εἰ μὴ μετὰ πολλῆς ἐξουσίας λέγεται τὸ «Πᾶς ὃς ἐὰν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, κἀγὼ ὁμολογήσω ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς· καὶ πᾶς ὃς ἐὰν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων», καὶ τὰ ἑξῆς. Καὶ ἀνάβα μοι τῷ λόγῳ ἐπὶ τὸν Ἰησοῦν λέγοντα ταῦτα, καὶ ὅρα μηδέπω γενόμενα προφητευόμενα εἰ μὴ φήσεις ἀπιστῶν μὲν αὐτῷ ὅτι ταῦτα φλυαρεῖ καὶ μάτην λέγει – οὐ γὰρ ἔσται τὰ λεγόμενα – , ἀμφιβάλλων δὲ περὶ τοῦ συγκαταθέσθαι τοῖς λόγοις αὐτοῦ εἰ μὴ ὅτι, ἐὰν ταῦτα πληρωθῇ καὶ συστῇ ἡ διδασκαλία τῶν λόγων τοῦ Ἰησοῦ, ὡς φροντίζειν τοὺς ἡγεμόνας καὶ τοὺς βασιλεῖς ἀναιρεῖν τοὺς ὁμολογοῦντας τὸν Ἰησοῦν, τότε πιστεύσομεν ὅτι ὡς μεγάλην ἐξουσίαν λαβὼν ἀπὸ τοῦ θεοῦ πρὸς τὸ σπεῖραι τοῦτον τὸν λόγον τῷ γένει τῶν ἀνθρώπων καὶ πειθόμενος κρατήσειν ταῦτά φησι. [Τίς δ' οὐ θαυμάσεται ἀναβαίνων τῷ λόγῳ ἐπ' ἐκεῖνον διδάσκοντα τότε καὶ λέγοντα· «Κηρυχθήσεται τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσι» καὶ θεωρῶν κατὰ τὰ ὑπ' ἐκείνου εἰρημένα κεκηρυγμένον] τὸ Ἰησοῦ Χριστοῦ εὐαγγέλιον «ἐν <πάσῃ κτίσει> τῇ ὑπὸ τὸν οὐρανόν», «Ἕλλησι καὶ βαρβάροις, σοφοῖς καὶ ἀνοήτοις»; Πᾶσαν γὰρ φύσιν ἀνθρώπων ὁ μετὰ δυνάμεως λαληθεὶς λόγος κεκράτηκε· καὶ οὐκ ἔστι τι γένος ἰδεῖν ἀνθρώπων, ὃ ἐκπέφευγε παραδέξασθαι τὴν Ἰησοῦ διδασκαλίαν.
Ὁ δὲ ἀπιστῶν παρὰ τῷ Κέλσῳ Ἰουδαῖος περὶ τοῦ Ἰησοῦ, ὅτι πάντα τὰ συμβάντα αὐτῷ προῄδει, κατανοησάτω, τίνα τρόπον ἔτι [συνεστώσης τῆς Ἱερουσαλὴμ καὶ πάσης τῆς ἰουδαϊκῆς λατρείας γινομένης ἐν αὐτῇ προεῖπεν Ἰησοῦς τὰ συμβησόμενα αὐτῇ] ὑπὸ Ῥωμαίων. Οὐ γὰρ δὴ τοὺς αὐτοῦ Ἰησοῦ γνωρίμους καὶ ἀκροατὰς φήσουσι χωρὶς γραφῆς τὴν τῶν εὐαγγελίων παραδεδωκέναι διδασκαλίαν καὶ καταλιπεῖν τοὺς μαθητὰς χωρὶς τῶν περὶ Ἰησοῦ ἐν γράμμασιν ὑπομνημάτων. Γέγραπται δὴ ἐν αὐτοῖς τὸ «Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγισεν ἡ ἐρήμωσις αὐτῆς.» Καὶ οὐδαμῶς τότε ἦν στρατόπεδα περὶ τὴν Ἱερουσαλὴμ κυκλοῦντα αὐτὴν καὶ περιέχοντα καὶ πολιορκοῦντα. Τοῦτο γὰρ ἤρξατο μὲν ἔτι Νέρωνος βασιλεύοντος παρέτεινε δὲ ἕως τῆς Οὐεσπασιανοῦ ἡγεμονίας· οὗ ὁ υἱὸς Τίτος καθεῖλε τὴν Ἱερουσαλήμ, ὡς μὲν Ἰώσηπος γράφει, διὰ Ἰάκωβον τὸν δίκαιον, τὸν ἀδελφὸν Ἰησοῦ τοῦ λεγομένου Χριστοῦ, ὡς δὲ ἡ ἀλήθεια παρίστησι, διὰ Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ.