Edition
Masquer
Ἐκκλησιαστικὴ ἱστορία
Βιβλίον Εʹ Τάδε καὶ ἡ πέμπτη περιέχει βίβλος τῆς Ἐκκλησιαστικῆς ἱστορίας
Α Ὅσοι καὶ ὅπως κατὰ Οὐῆρον ἐπὶ τῆς Γαλλίας τὸν ὑπὲρ τῆς εὐσεβείας διεξῆλθον ἀγῶνα.
Β Ὡς οἱ θεοφιλεῖς μάρτυρες τοὺς ἐν τῶι διωγμῶι διαπεπτωκότας ἐθεράπευον δεξιούμενοι.
Γ Ὁποῖα τῶι μάρτυρι Ἀττάλωι δι' ὀνείρου γέγονεν ἐπιφάνεια.
Δ Ὅπως οἱ μάρτυρες τὸν Εἰρηναῖον δι' ἐπιστολῆς παρετίθεντο.
Ε Ὡς Μάρκωι Αὐρηλίωι Καίσαρι ταῖς τῶν ἡμετέρων εὐχαῖς οὐρανόθεν ὁ θεὸς ἐπακούσας ὗσεν.
Ϛ Τῶν ἐπὶ Ῥώμης ἐπισκοπευσάντων κατάλογος.
Ζ Ὡς καὶ μέχρι τῶν τότε καιρῶν διὰ τῶν πιστῶν δυνάμεις ἐνηργοῦντο παράδοξοι.
Η Ὅπως ὁ Εἰρηναῖος τῶν θείων μνημονεύει γραφῶν.
Θ Οἱ κατὰ Κόμοδον ἐπισκοπεύσαντες.
Ι Περὶ Πανταίνου τοῦ φιλοσόφου.
ΙΑ Περὶ Κλήμεντος τοῦ Ἀλεξανδρέως.
ΙΒ Περὶ τῶν ἐν Ἱεροσολύμοις ἐπισκόπων.
ΙΓ Περὶ Ῥόδωνος καὶ ἧς ἐμνημόνευσεν κατὰ Μαρκίωνα διαφωνίας.
ΙΔ Περὶ τῶν κατὰ Φρύγας ψευδοπροφητῶν.
ΙΕ Περὶ τοῦ κατὰ Βλάστον ἐπὶ Ῥώμης γενομένου σχίσματος.
ΙϚ Ὅσα περὶ Μοντανοῦ καὶ τῶν μετ' αὐτοῦ ψευδοπροφητῶν μνημονεύεται.
ΙΖ Περὶ Μιλτιάδου καὶ ὧν συνέταξε λόγων.
ΙΗ Ὅσα καὶ Ἀπολλώνιος τοὺς κατὰ Φρύγας ἀπήλεγξεν καὶ τίνων ἐμνημόνευσεν.
ΙΘ Σεραπίωνος περὶ τῆς τῶν Φρυγῶν αἱρέσεως.
Κ Ὅσα Εἰρηναῖος τοῖς ἐπὶ Ῥώμης σχισματικοῖς ἐγγράφως διείλεκται.
ΚΑ Ὅπως ἐπὶ Ῥώμης Ἀπολλώνιος ἐμαρτύρησεν.ΚΒ Τίνες κατὰ τούτους ἐπίσκοποι ἐγνωρίζοντο.
ΚΓ Περὶ τοῦ τότε κινηθέντος ἀμφὶ τοῦ πάσχα ζητήματος.
ΚΔ Περὶ τῆς κατὰ τὴν Ἀσίαν διαφωνίας.
ΚΕ Ὅπως τοῖς πᾶσι μία ψῆφος περὶ τοῦ πάσχα συνεφωνήθη.
ΚϚ Ὅσα τῆς Εἰρηναίου φιλοκαλίας καὶ εἰς ἡμᾶς κατῆλθεν.
ΚΖ Ὅσα καὶ τῶν λοιπῶν τῶν τηνικάδε συνηκμακότων.
ΚΗ Περὶ τῶν τὴν Ἀρτέμωνος αἵρεσιν ἐξ ἀρχῆς προβεβλημένων οἷοί τε τὸν τρόπον γεγόνασιν καὶ ὅπως τὰς ἁγίας γραφὰς διαφθεῖραι τετολμήκασιν.