Β Οἱ κατὰ τούσδε Ῥωμαίων ἐπίσκοποι.
[7.2.1] κατὰ δὲ τὴν Ῥωμαίων πόλιν Κορνηλίου ἔτεσιν ἀμφὶ τὰ τρία τὴν ἐπισκοπὴν διανύσαντος, Λούκιος κατέστη διάδοχος, μησὶν δ' οὐδ' ὅλοις οὗτος ὀκτὼ τῆι λειτουργίαι διακονησάμενος, Στεφάνωι τελευτῶν μεταδίδωσι τὸν κλῆρον. τούτωι τὴν πρώτην ὁ Διονύσιος τῶν περὶ βαπτίσματος ἐπιστολῶν διατυποῦται, ζητήματος οὐ σμικροῦ τηνικάδε ἀνακινηθέντος, εἰ δέοι τοὺς ἐξ οἵας δ' οὖν αἱρέσεως ἐπιστρέφοντας διὰ λουτροῦ καθαίρειν. παλαιοῦ γέ τοι κεκρατηκότος ἔθους ἐπὶ τῶν τοιούτων μόνηι χρῆσθαι τῆι διὰ χειρῶν ἐπιθέσεως εὐχῆι.