Δ Ὁπόσας περὶ τούτου Διονύσιος συνέταξεν ἐπιστολάς.
[7.4.1] πλεῖστα δὴ οὖν αὐτῶι περὶ τούτου διὰ γραμμάτων ὁ Διονύσιος ὁμιλήσας, τελευτῶν δηλοῖ ὡς ἄρα τοῦ διωγμοῦ λελωφηκότος αἱ πανταχόσε ἐκκλησίαι τὴν κατὰ Νοουάτον ἀποστραφεῖσαι νεωτεροποιίαν, εἰρήνην πρὸς ἑαυτὰς ἀνειλήφεσαν· γράφει δὲ ὧδε·