LIX.
Ἀλλὰ χάρις σοι πλείστη, δέσποτα τῶν ἁπάντων, μέγιστε θεέ· ὅσον γὰρ διαφόροις σπουδάσμασιν ἡ ἀνθρωπότης γνωρίζεται, τοσούτῳ μᾶλλον τοῖς ὀρθότερον φρονοῦσι καὶ γνησίας ἐπιμελομένοις ἀρετῆς τὰ τοῦ θείου λόγου μαθήματα συνίσταται. πλὴν ὅστις αὐτὸν θεραπεύεσθαι κωλύει, ἄλλῳ τοῦτο μὴ λογιζέσθω· ἡ γὰρ ἰατρικὴ τῶν ἰαμάτων προκαθέζεται ἅπασιν εἰς τοὐμφανὲς προκειμένη. μόνον μή τις καταβλαπτέτω τοῦθ’, ὅπερ ἄχραντον εἶναι τὰ πράγματα παρεγγυᾷ. χρησώμεθα τοίνυν ἅπαντες ἄνθρωποι τῇ τοῦ δοθέντος ἀγαθοῦ συγκληρίᾳ, τουτέστι τῷ τῆς εἰρήνης καλῷ, χωρίζοντες δηλαδὴ τὴν συνείδησιν ἀπὸ παντὸς ἐναντίου.