II.
ἐπειδὴ γὰρ οἱ μὲν οἷοι μηδένες ἄλλοι πώποτ’ ὤφθησαν καὶ οἷα μηδ’ ἐξ αἰῶνος ἀκοῇ παρείληπται κατὰ τῆς ἐκκλησίας τετολμήκασιν, εἰκότως ὁ θεὸς αὐτὸς ξένον τι χρῆμα προστησάμενος τὰ μήτ’ ἀκοῇ γνωσθέντα μήτ’ ὄψει παραδοθέντα δι’ αὐτοῦ κατειργάζετο. καὶ τί νεώτερον [ἢ] τὸ θαῦμα τῆς βασιλέως ἀρετῆς ἐκ θεοῦ σοφίας τῷ θνητῷ γένει δεδωρημένον; τοιγάρτοι τὸν Χριστὸν τοῦ θεοῦ σὺν παρρησίᾳ τῇ πάσῃ πρεσβεύων εἰς πάντας διετέλει, μηδ<ὲν> ἐγκαλυπτόμενος τὴν σωτήριον ἐπηγορίαν, σεμνολογούμενος δ’ ἐπὶ τῷ πράγματι· φανερὸν ἑαυτὸν καθίστη, νῦν μὲν τὸ πρόσωπον τῷ σωτηρίῳ κατασφραγιζόμενος σημείῳ, νῦν δ’ ἐναβρυνόμενος τῷ νικητικῷ τροπαίῳ,
