XXXIV.
ὁ δὲ τῶν ἐκκλησιῶν τοῦ θεοῦ πεπρονοημένος, περὶ κατασκευῆς θεοπνεύστων λογίων εἰς ἡμέτερον πρόσωπον ἐπετίθει γράμμα. συνῆπτε δ’ αὐτῷ καὶ ἄλλο περὶ τῆς ἁγιωτάτης τοῦ πάσχα ἑορτῆς. προσφωνησάντων γὰρ ἡμῶν αὐτῷ μυστικὴν ἀνακάλυψιν τοῦ τῆς ἑορτῆς λόγου, ὅπως ἡμᾶς ἠμείψατο τιμήσας ἀντιφωνήσει, μάθοι ἄν τις ἐντυχὼν αὐτῷ τῷδε τῷ γράμματι.