• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Eusèbe de Césarée (260-339) Vita Constantini et Oratio ad coetum sanctorum Vita Constantini et Constantini imperatoris oratio ad coetum sanctorum
Βασιλέως Κωνσταντίνου λόγος ὃν ἔγραψε τῷ τῶν ἁγίων συλλόγῳ

VIII

1. Πάντα δὲ ταῦθ' ἡμῖν εἰρήσθω πρὸς πίστωσιν τοῦ μηδὲν ἀλόγως μηδ' ἀνοήτως γενέσθαι, τὸν δὲ λόγον καὶ τὴν πρόνοιαν εἶναι θεόν· ὃς καὶ τὴν τῶν μετάλλων εὐχρηστίαν ἐπικουρεῖν ταῖς ἐνδείαις κελεύσας, τὴν χρυσοῦ τε καὶ χαλκοῦ καὶ τῶν ὑπολοίπων φύσιν ἐταμιεύσατο μέτρῳ τῷ προσήκοντι, τὰ μέν, ὧν ἡ χρεία πολλή τε καὶ παντοδαπὴ ἤμελλεν ἔσεσθαι, ἀφθόνως κελεύσας χορηγεῖσθαι, τὰ δὲ πρὸς τέρψιν κόσμου καὶ ἀφθονίαν μόνην μεγαλοψύχως τε καὶ πεφεισμένως, μεταξὺ φειδωλίας τε καὶ εὐδωρίας.

2. εἰ γὰρ καὶ τῶν πρὸς κόσμον πεποιημένων ἡ αὐτὴ ἀφθονία συνεχωρεῖτο, διὰ πλεονεξίαν οἱ μεταλλεύοντες τοῦ μὲν εὐχρήστου πρὸς γεωργίαν οἰκοδομήν τε καὶ ναῶν παρασκευήν, οἷον σιδήρου καὶ χαλκοῦ, καταφρονήσαντες τῆς συναθροίσεως αὐτῶν κατημέλουν, τῶν πρὸς τρυφὴν δὲ καὶ ἄχρηστον πλούτου περιουσίαν προενοοῦντο. διὸ χαλεπώτερον τὴν τοῦ χρυσοῦ τε καὶ ἀργύρου εὕρεσιν καὶ μείζονος καμάτου τῶν ἄλλων ἁπάντων μετάλλων φασὶν εἶναι, ὅπως τῷ σφοδρῷ τῆς ἐπιθυμίας τὸ τοῦ καμάτου σφοδρὸν ἀντιτάσσηται.

3. πόσα δ' ἄλλα τῆς θείας προνοίας ἔργα ἔστι καταριθμήσασθαι ἐπὶ πᾶσιν, οἷς ἀφθόνως ἡμῖν ἐδωρήσατο, τὸν τῶν ἀνθρώπων βίον πρὸς σωφροσύνην τε καὶ τὰς ἄλλας πάσας ἀρετὰς προτρεπομένης διαρρήδην, ἀπαγούσης δ' ἀπὸ τῆς ἀκαίρου πλεονεξίας. ὧν πάντων ἐξιχνεύειν τὸν λόγον μεῖζον ἔργον ἐστὶν ἢ κατὰ ἄνθρωπον. πῶς γὰρ ἂν τῆς κατὰ ἀκρίβειαν ἀληθείας ἐφίκοιτο ἡ φθαρτοῦ τε καὶ ἀσθενοῦς ζώου διάνοια; πῶς ἂν τὴν ἐξ ἀρχῆς εἰλικρινῆ τοῦ θεοῦ βούλησιν κατανοήσειεν;

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Vita Constantini et Constantini imperatoris oratio ad coetum sanctorum
Traductions de cette œuvre
Vier Bücher über das Leben des Kaisers Konstantin und des Kaisers Konstantin Rede an die Versammlung der Heiligen (BKV) Comparer

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité