LVII.
Ἐπειδὴ γὰρ τῆς τῶν ἐκκλησιῶν κατῆρχε πολιορκίας οὗτος πρῶτός τε τὴν ἑαυτοῦ ψυχὴν δικαίων καὶ θεοσεβῶν ἐνέφυρεν αἵμασι, θεόπεμπτος αὐτὸν μετήρχετο τιμωρία ἐξ αὐτῆς αὐτοῦ καταρξαμένη σαρκὸς καὶ μέχρι τῆς ψυχῆς προελθοῦσα. ἀθρόα μὲν γὰρ αὐτῷ περὶ τὰ μέσα τῶν ἀπορρήτων τοῦ σώματος ἀπόστασις γίνεται, εἶθ’ ἕλκος ἐν βάθει συριγγῶδες καὶ τούτων ἀνίατος νομὴ κατὰ τῶν ἐνδοτάτων σπλάγχνων, ἀφ’ ὧν ἄλεκτόν τι πλῆθος σκωλήκων βρύειν θανατώδη τε ὀδμὴν ἀποπνεῖν, τοῦ παντὸς ὄγκου τῶν σωμάτων ἐκ πολυτροφίας εἰς ὑπερβολὴν πλήθους πιμελῆς μεταβεβληκότος, ἣν τότε κατασαπεῖσαν ἀφόρητον καὶ φρικτοτάτην τοῖς πλησιάζουσι παρέχειν τὴν θέαν φασί. καὶ δὴ τοσούτοις παλαίων κακοῖς ὀψέ ποτε συναίσθησιν τῶν κατὰ τῆς ἐκκλησίας τετολμημένων αὐτῷ λαμβάνει, κἄπειτα τῷ θεῷ ἐξομολογησάμενος τὸν κατὰ Χριστιανῶν ἀποπαύει διωγμόν, νόμοις τε καὶ διατάγμασι βασιλικοῖς τὰς ἐκκλησίας αὐτῶν οἰκοδομεῖν ἐπισπέρχει, τά τε συνήθη πράττειν αὐτοὺς εὐχὰς ὑπὲρ αὐτοῦ ποιουμένους διακελεύεται.